TLG 5048 001 :: SCHOLIA IN CLEMENTEM ALEXANDRINUM :: Scholia in protrepticum et paedagogum (scholia recentiora partim sub auctore Aretha)

SCHOLIA IN CLEMENTEM ALEXANDRINUM Schol. Eccl.
(Varia)

Scholia in protrepticum et paedagogum (scholia recentiora partim sub auctore Aretha)

Source: Stählin, O., Treu, U. (eds.), Clemens Alexandrinus, vol. 1, 3rd edn. [Die griechischen christlichen Schriftsteller 12] Berlin: Akademie–Verlag, 1972: 295–340.

Citation: Page — (line)

295

(4)

3, 3 Ἀμφίων] Ἀμφίων Διὸς παῖς καὶ Ἀντιόπης τῆς Ἀσωποῦ
5ποταμοῦ θυγατρός, οἳ δὲ Νυκτέως· ὃς λέγεται τῇ μουσικῇ πείθειν τοὺς λίθους χειρῶν ἀνθρωπίνων ἐκτὸς 〈ἐσ〉 τὸ τεῖχος συνιέναι. Ἀρίων] Ἀρίων Μηθυμναῖος μὲν ἦν τὸ γένος, μουσικὸς δὲ καὶ αὐτός, ἰχθὺν δελεάσας. οὗτος γὰρ λέγεται ὑπὸ δελφῖνος διασωθῆναι ἐκ Σικελίας εἰς Κόρινθον.
10 ὁ Μηθυμναῖος] ὁ Λέσβιος· ἡ Μήθυμνα γὰρ πόλις Λέσβου. Ἀρίωνι τῷ Μηθυμναίῳ ἦν μὲν τέχνη λαμπρά· μουσικὸς γὰρ ἦν καὶ τὴν κιθάραν ἐξήσκητο. ἦν δὲ καὶ χρημάτων πόθος οὐ μέτριος. οὗτος ἀκούσας τούς τε Ἰταλιώτας καὶ Σικελιώτας μουσικῆς τ’ ἐρᾶν καὶ πλουσίους εἶναι ἄρας εὐθὺς ἐπορεύετο πρὸς αὐτοὺς τὴν τέχνην
15ἐπιδειξόμενος καὶ συναγεῖραι [τὸν] πλοῦτον γλιχόμενος, οὗπερ καὶ μά‐ λιστ’ ἐφίετο. ὁλκάδος οὖν ἀναγομένης ἐπιτυχὼν ἀπῄει τὸν πόθον πληρώσων. ὡς οὖν ἐκεῖσε παρεγένετο καὶ ἧδε τοὺς Ἰταλιώτας τοῖς κρούσμασιν καὶ πλούσιος ἦν, πολλὰ τῶν ἀνθρώπων παρασχομένων, ἐπὶ τὴν οἰκείαν πάλιν ἐσπούδαζεν μετὰ τῶν χρημάτων, ἃ συνήγαγεν.
20ὡς δὲ κατὰ μέσον τὸν πόρον ἐγένετο, εἰσῄει καὶ τοὺς ναύτας ὁ αὐτὸς τῆς φιλοχρηματίας ἔρως, καὶ τὸν Ἀρίωνα φονεύειν διὰ τὴν περιου‐ σίαν ἐβούλοντο. ὡς δὲ ἔγνω τῶν ναυτῶν τὴν ἐπιβουλήν, τῶν μὲν χρημάτων τοῖς ναύταις ἐξίστατο, ἠξίου δὲ πρὸ τῆς τελευτῆς συγχω‐
ρῆσαι μέλος ᾆσαι τὸ ὄρθιον. ἀλλ’ οὐκ εἰς μάτην αὐτῷ τὰ μέλη γε‐295

296

γένηται, δελφῖνος τούτων ἀκούσαντος. ὡς γὰρ μετὰ τὴν ᾠδὴν ἀφῆκεν κατὰ τῆς θαλάττης ἑαυτόν, τοῖς νώτοις ὁ δελφὶς ὑποδεξάμενος καὶ ὥσπερ μισθὸν αὐτῷ τῆς τέρψεως ἀποδοὺς ἐπὶ τὸ Ταίναρον τῆς Λακωνικῆς ἀπεκόμιζεν, ὅθεν καὶ νῦν μνημεῖα τοῦ τότε συμβάντος
5ἐν Ταινάρῳ φυλάττεται· χαλκοῦν γὰρ αὐτὸν μετὰ τοῦ δελφῖνος ἀνέ‐ θηκαν. 3, 5 ἰχθὺν] τὸν δελφῖνα ὁ Ἀρίων. 3, 6 Θρᾴκιος] Ὀρφεὺς ὁ Θρᾴξ. σοφιστὴς ἀπατεών· λέγει δὲ τὸν Ὀρφέα.
10 3, 8 ἀδελφὸν] ὅμοιον τὸ γένος. 3, 9 Εὔνομον] λέγεται περὶ Εὐνόμου, ὅτι χορδῆς αὐτῷ ῥαγείσης τέττιγα πληρῶσαι τὸ μέλος. 3, 9f Πυθικόν] τὸν ἐν τῇ Πυθοῖ φανέντα. 3, 10 δράκοντι] δράκοντι οὕτω κληθέντι, ἀφ’ οὗ καὶ ἡ Δελφῶν
15πόλις Πυθὼ κέκληται. οὗτος δέ ἐστιν ὁ δράκων ὁ ἐπιπεμφθεὶς μὲν τῇ Λητοῖ ὑπὸ Ἥρας δειμαίνειν αὐτήν, ἀναιρεθεὶς δὲ ὑπὸ Ἀπόλ‐ λωνος. 3, 16 τῷ ζυγῷ] ζυγὸν τὸν τῆς κιθάρας λέγει πῆχυν παρ’ ὅσον ἀπὸ τῆς μαγάδος ἐπὶ τὸ ἕτερον ἄκρον τῆς κιθάρας ἐπιζεύγνυσι τὰς
20χορδάς. μαγὰς δὲ λέγεται τὸ ἐπικείμενον ξύλον ἀμφὶ τῷ χελωνοειδεῖ μέρει τῆς κιθάρας ὄντι κοίλῳ τοῦ ἀπηχεῖν χάριν, ᾧ ἑδράζονται αἱ χορδαὶ πρὸς τὸ ἀντικρὺ μέρος ἀπευθυνόμεναι. ἀπὸ δὲ τοῦ χελωνοει‐ δοῦς τούτου μέρους κέκληται καὶ ἡ κιθάρα χελώνη ἅπασα. φασὶ γὰρ τὸν Ἀπόλλω πρῶτον εὑρίσκοντα τὴν κιθάραν ἐκ χελώνης ὀστράκου
25ταύτην ἁρμόσασθαι. 3, 19 χαλκοῦν] χαλκοῦς γὰρ ἵστατο ἐν Δελφοῖς οὗτος ὁ Εὔνο‐ μος κιθάραν διηγκυλωμένην καὶ ἐπὶ τῇ κιθάρᾳ τὸν τέττιγα φέρων· εἰς ὃν καὶ ταυτὶ τὰ στιχελεγεῖα· «Εὔνομον, ὤπολλον, σὺ μὲν οἶσθά με» καὶ ἑξῆς.
30 3, 23 Πῇ δὴ οὖν] ..... τοῖς ἐκτόποις πιστεύειν διέγνωτε· μόνη δὲ ὑμῖν ἡ ἀλήθεια δύστοπος λέγεται καὶ ἄπιστος κέκριται. 3, 26 Κιθαιρὼν δὲ ἄρα καὶ Ἑλικὼν] ὄρη οὕτω καλούμενα ἐν Βοιωτίᾳ. Ὀδρυσῶν] Ὀδρύσαι γένος Θρᾳκῶν.
354, 3 γεγόνασι δράματα] καὶ γὰρ ἐν μὲν Κιθαιρῶνι καὶ Ἑλικῶνι,
καθ’ ἃ Δελφοὶ ὑποκάθηνται, ὁ δράκων ὑπὸ Ἀπόλλωνος τοξευθεὶς296

297

τραγῳδίας ὑπῆρξεν πατήρ· ὡσαύτως καὶ Ὀρφεὺς διασπαραχθεὶς ὑπὸ Ὀδρυσῶν ἄλλης ὑπόθεσις τραγῳδίας γεγένηται. 4, 4—7 ὡραῖον ἄγαν. 4, 4 ληναΐζοντας] ἀγροικικὴ ᾠδὴ ἐπὶ τῷ ληνῷ ᾀδομένη, ἣ καὶ
5αὐτὴ περιεῖχεν τὸν Διονύσου σπαραγμόν. πάνυ δὲ εὐφυῶς καὶ χάριτος ἔμπλεως τὸ «κιττῷ ἀναδήσαντες» τέθεικεν, ὁμοῦ μὲν τὸ ὅτι Διονύσῳ τὰ Λήναια ἀνάκειται ἐνδειξάμενος, ὁμοῦ δὲ καὶ ὡς παροινίᾳ ταῦτα καὶ παροινοῦσιν ἀνθρώποις καὶ μεθύουσιν συγκεκρότηται. 4, 10 τηλαυγὲς] μακρὸν φαινόμενον.
10 4, 12 τὴν ὑπερτάτην ὀρέγουσα] τὴν ὑπερέχουσαν ἐκτείνουσα. 4, 14 καταλειπόντων, οἰκούντων] Ἀττικῶς ἀντὶ τοῦ καταλειπέ‐ τωσαν, οἰκείτωσαν. 4, 17 Καπίωνος] Καπίων νόμος εἷς τῶν Τερπανδρίων, οὕτως ὠνομασμένος διὰ τὸ ἀνθηρὸς εἶναι καὶ τοῖς ὄχλοις κεχαρισμένος, ὅν
15φασι Τέρπανδρον εὑρεῖν, τὸν τῶν κιθαρικῶν νόμων εὑρετήν. 4, 18 Φρύγιον—Δώριον] ἁρμονιῶν εἴδη. ἦχος δ, πλάγιος πρῶτος, πλάγιος δεύτερος· τὸ Δώριον ἦχος δ, τὸ Φρύγιον ἦχος πλάγιος πρῶτος, τὸ Λύδιον ἦχος πλάγιος δεύτερος. 4, 25 ὀργιάζοντες] μυστηριολογοῦντες.
204, 25f ἐκθειάζοντες] ἐκβακχεύοντες. 5, 5 ὡς δὲ] ἀντὶ τοῦ πρὸς δέ. 5, 18 παλιμβόλους] νόθους, ἀστάτους. 5, 21 κῳδίοις] δοραῖς. 5, 31 τηνάλλως νεκροὶ] οἱ μάτην νενεκρωμένοι.
25 6, 2 ἐπιβαίνειν κεκώλυκεν] ὅριον ψάμμον θεὶς καὶ εἰπών· «ἕως ὧδε στήσῃ καὶ οὐχ ὑπερβήσῃ.» 6, 4 Δώριον ἁρμονίαν] τρόποι ἁρμονικῆς. 6, 5 νεάτους] νεάτη ὄνομα χορδῆς μουσικῆς τελευταίας· νέατον γὰρ τὸ ὕστατον.
30 6, 9f Ἰουβάλ] τοῦ καταδείξαντος ψαλτήριον καὶ κιθάραν, ὡς ἐν τῇ Γενέσει γέγραπται. 6, 11 πρὸ αὐτοῦ] ὧδε τὸν Νεστόριον διελέγχει ἕνα καὶ τὸν αὐτὸν λόγον θεοῦ καὶ υἱὸν θεοῦ δοξάζων. 6, 17 κρέκῃ] κρέκειν τὸ διαψηλαφᾶν τὰς χορδὰς τοῖς δακτύλοις
35καὶ διαπειρᾶν, καὶ ἐπειδὴ κρούματι ἔοικεν ἡ τοιαύτη διαφηλάφησις,
κρέκειν εἴρηται.297

298

6, 19 ὡς] ἀντὶ πρός. 6, 23 αὐτὸς] οἶμαι οὐκ ἄτρωτος εἰς ἀσέβειαν ὁ τοιοῦτος οὖν. ὄργανόν] ὄργανόν ἐστι παναρμόνιον ἀντὶ τοῦ εἰκὼν ἀπαράλλα‐ κτος.
5 6, 26 ὄργανον] εἰ δέ τις καὶ τὸ θεοφόρον σῶμα τοῦ ἑνὸς τῆς ἁγίας τριάδος φαίη ὄργανον λέγειν τὸν ἄνδρα εἶναι, διότι τὰς θεο‐ σημίας ποιεῖ ὁ ἐνυπόστατος λόγος δι’ αὐτοῦ, ὡς τὴν τοῦ λεπροῦ κάθαρσιν τῇ τῆς χειρὸς ἁφῇ καὶ τὰς ἄλλας θαυματουργίας, οὐκ ἀπει‐ κότως εἴποι ἄν.
10 7, 6 πλάνη] ἡ πλάνη τοῦ Ἀδάμ, καινὸν δὲ ἡ διὰ Χριστοῦ σω‐ τηρία. 7, 7 Φρύγας] ὡς παρ’ Ἡροδότῳ μυθολογεῖται Φρύγας καὶ Ἀρ‐ κάδας γενέσθαι ἀρχαίους, τοὺς δὲ Ἀρκάδας πρὸ τῆς σελήνης. 7, 12 πρότερον] οἱ διὰ τὸ δεῖν ἔσεσθαι ἐν αὐτῷ προγεγενημένοι
15τῷ θεῷ. εἴ τις οὖν τὸ «κύριε καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ» εἰς τὸ «πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰ‐ κουμένην» στίξει, κατὰ τοῦτο οὐχ ἁμαρτάνει. 7, 14 ὁ λόγος ἄνωθεν] διὰ τὸ ἀρχαῖον καὶ καινόν.
20 7, 17 τοῦ εἶναι] ἐλλειπτικὸν τὸ σχῆμα τοῦ λόγου. ἢ αἴτιος ὢν καὶ τοῦ εἶναι καὶ εὖ εἶναι. 8, 4f βαρβαρικῶς τιμωρούμενον] ἔθνος γάρ τι ἦν αἱμοχαρὲς καὶ ἀπάνθρωπον, ἀπήνειαν τοιαύτην κατὰ τῶν αἰχμαλώτων ἐπιφέ‐ ρον.
25 8, 23 τοὺς τὰ ὦτα κεκτημένους] δι’ ὧν λέγει· «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.» 8, 32 ἀνάπτων ἐκ κίονος] τὸν ἐπὶ Μωυσέως τοῦ πυρὸς στῦλον λέγει. 10, 10 δάφνης] τῶν δαφνηφορικῶν οὕτως ὀνομαζομένων παρ’
30ὅσον δάφνας δι’ ἐνναετηρίδος εἰς τὸ τοῦ Ἀπόλλωνος κομίζοντες οἱ ἱερεῖς ἐξύμνουν αὐτόν. αὕτη ἡ αἰτία· τῶν Αἰολέων ὅσοι κατῴκουν Ἄρνην καὶ τὰ ταύτῃ χωρία κατὰ χρησμὸν ἀναστάντες ἐκεῖθεν καὶ περικαθεζόμενοι Θήβας ἐπόρθουν προκατεχομένας ὑπὸ Πελασγῶν. κοινῆς ἀμφοῖν ἑορτῆς Ἀπόλλωνος ἐνστάσης ἀνοχὰς ἔθεντο καὶ δάφνας
35τεμόντες οἳ μὲν ἐξ Ἑλικῶνος, οἳ δὲ ἐγγὺς τοῦ Μέλανος ποταμοῦ,
ἐκόμιζον τῷ Ἀπόλλωνι. Πολεμάτας δὲ ὁ τῶν Βοιωτῶν ἀφηγούμενος298

299

ἔδοξεν ὄναρ νεανίαν τινὰ πανοπλίαν αὐτῷ διδόναι καὶ εὐχὰς ποιεῖσθαι προστάττειν τῷ Ἀπόλλωνι δαφνηφοροῦντας δι’ ἐνναετηρίδος. μετὰ δὲ τρίτην ἡμέραν ἐπιθέμενος κρατεῖ τῶν πολεμίων, καὶ αὐτός τε τὴν δαφνηφορίαν ἐτέλει καὶ τὸ ἔθος ἐκεῖθεν διατηρεῖται. ἡ δὲ δαφνη‐
5φορία· ξύλον ἐλαίας καταστέφουσι δάφναις 〈καὶ〉 ποικίλοις ἄνθεσι, καὶ ἐπ’ ἄκρου μὲν χαλκῆ ἐφαρμόζεται σφαῖρα, ἐκ δὲ ταύτης μικροτέρας ἐξαρτῶσι· κατὰ δὲ τὸ μέσον τοῦ ξύλου περιθέντες ἐλάσσονας τῆς ἐπ’ ἄκρου τοῦ ξύλου καθάπτουσι πορφυρᾶ στέμματα, τὰ δὲ τελευταῖα τοῦ ξύλου περιστέφουσι κροκωτῷ. βούλεται δὲ αὐτοῖς ἡ μὲν ἀνωτάτω
10σφαῖρα τὸν ἥλιον, ᾧ καὶ τὸν Ἀπόλλωνα ἀναφέρουσιν, ἡ δ’ ὑποκει‐ μένη τὴν σελήνην, τὰ δὲ προσηρτημένα τῶν σφαιρίων ἄστρα τε καὶ ἀστέρας, τὰ δὲ στέμματα τὸν ἐνιαύσιον δρόμον· καὶ γὰρ καὶ τξεʹ ποιοῦσιν αὐτά. ἄρχει δὲ τῆς δαφνηφορίας παῖς ἀμφιθαλής, καὶ ὁ μάλιστα αὐτῷ οἰκεῖος βαστάζει τὸ κατεστεμμένον ξύλον, ὃ κωπὼ
15καλοῦσιν· αὐτὸς δὲ ὁ δαφνηφόρος ἑπόμενος τῆς δάφνης ἐφάπτεται, τὰς μὲν κόμας καθειμένος, χρυσοῦν δὲ στέφανον φέρων καὶ λαμπρὰν ἐσθῆτα ποδήρη ἐστολισμένος, ἰφικρατίδας τε ὑποδεδεμένος, ᾧ χορὸς παρθένων ἐπακολουθεῖ, προτείνων κλῶνας πρὸς ἱκετηρίαν τῶν ὕμ‐ νων.
20 ἐρίῳ] τὴν λεγομένην εἰρεσιώνην φησίν, ἣν οὕτως περιειλοῦντες ἐρίοις καὶ ταινίαις ὑφασμάτων λινέων (ἦν δὲ κλάδος ἀπὸ τῆς μορίας ἐλαίας) καὶ ἀκροδρύοις παντοίοις περιαρτῶντες, ἀνῆγον εἰς ἀκρόπολιν τῇ Πολιάδι Ἀθηναῖοι Παναθηναίοις, οὕτως ἐπευφημοῦντες «εἰρεσιώνη σῦκα φέρει καὶ μῆλα» καὶ ἑξῆς.
25 10, 18 διὰ Χριστοῦ] τοῦτο καὶ περὶ τῶν Ἑβραίων φησὶν ὁ ἀπό‐ στολος, ὅτι ἕως τῆς σήμερον, ὅτε ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ ἀπο‐ καλύπτεται. 10, 20 Ἄδυτα] οἷα τὰ λεγόμενα τοῦ Τροφωνίου ὑπὸ μυχοῖς γῆς
30ὄντα καὶ τοὺς ἐκεῖ κατιόντας ἐμπλήττοντα. 10, 21 Θεσπρώτιον] Θεσπρωτία μέρος ἐστὶ γῆς οὕτω καλουμένης Ἠπείρου, ἐν ᾗ ἐλέγετο μαντεῖον εἶναι Διός, διὰ λεβήτων ἠχούντων πως γιγνόμενον. Κιρραῖον] τὸν Φωκικόν· Κίρρα γὰρ πόλις Φωκίδος.
35 10, 22 γεράνδρυον] γεράνδρυον δὲ παλαιὸν ξύλον· ἐν Δινδύμῳ δὲ ὄρει τῆς Κυζίκου φαίνονται οἱ Ἀργοναῦται τὴν Ῥέαν ἐξευμενιζό‐ μενοι ἄγαλμα αὐτῆς ἐκ παλαιοῦ ξύλου ἀμπελίνου κατασκευάσαντες.
ψάμμοις] λέγει τὸ ἐν Ἄμμωνι μαντεῖον.299

300

10, 28 Κλάριον] Κλάρος Κολοφῶνος πόλις. ὅθεν ἦν Νίκανδρος ὁ ποιητής. 11, 1 Διδυμέα] ἐν Μιλήτῳ πόλει τῆς Καρίας Διδυμέως Ἀπόλλωνός ἐστι μαντεῖον.
5 Ἀμφιάρεω] ἐπειδὴ περὶ τὸ Ἅρμα τῆς Βοιωτίας τόπον οὕτω κα‐ λούμενον καταποθεὶς Ἀμφιάρεως ἐμαντεύετο τοῖς δεομένοις· πᾶσα δὲ μαντεία εἰς τὸν Ἀπόλλωνα ἀναφέρεται. τὸν Ἀπόλλω] τοῦ ἐν Μιλήτῳ Ἀπόλλωνος· οὗτος γὰρ ἀπὸ τόπου Κολοφῶνος ἐκαλεῖτο.
10 11, 2 τερατοσκόπους] Καρανός τις Ἀργεῖος ἐπὶ ὀχήματος αἰγῶν κατὰ χρησμὸν εἰς Μακεδονίαν μετῳκίσθη. 11, 8 αἶγες] Καρανῷ τῷ Ποιάνθους υἱῷ ἐξ Ἄργους μέλλοντι ἀποικίαν στέλλειν ἐπὶ Μακεδονίαν εἰς Δελφοὺς ἐλθόντι ἔχρησεν ὁ Ἀπόλλων
15φράζεο, δῖε Καρανέ, νόῳ δ’ ἐμὸν ἔνθεο μῦθον· ἐκπρολιπὼν Ἄργος τε καὶ Ἑλλάδα καλλιγύναικα χώρει πρὸς πηγὰς Ἁλιάκμονος· ἔνθα δ’ ἂν αἶγας βοσκομένας ἐσίδῃς πρῶτον, τότε τοι χρεών ἐστιν ζηλωτὸν ναίειν αὐτὸν γενεάν τε πρόπασαν.
20ἐκ δὴ τοῦ χρησμοῦ προθυμότερος γενόμενος 〈ὁ〉 Καρανός, σύν τισιν Ἕλλησιν ἀποικίαν στειλάμενος, ἐλθὼν εἰς Μακεδονίαν ἔκτισεν πόλιν καὶ Μακεδόνων ἐβασίλευσεν καὶ τὴν πρότερον καλουμένην Ἔδεσ‐ σαν πόλιν Αἰγὰς μετωνόμασεν ἀπὸ τῶν αἰγῶν. ᾠκεῖτο δὲ τὸ πα‐ λαιὸν ἡ Ἔδεσσα ὑπὸ Φρυγῶν καὶ Λυδῶν καὶ τῶν μετὰ Μίδου δια‐
25κομισθέντων εἰς τὴν Εὐρώπην. ταῦτα Εὐφορίων ἱστορεῖ ἐν τῇ Ἱστίᾳ καὶ τῷ Ἰνάχῳ. 11, 9 κόρακες] Βοιωτοὶ πολεμούμενοι ὑπὸ Αἰολέων ἔλαβον χρη‐ σμόν, εἰ δεῖ πολεμεῖν· ὁ δὲ Ἀπόλλων εἶπεν αὐτοῖς· ὅταν ἴδητε λευκοὺς κόρακας, τότε πολεμήσατε. κατά τινα δὲ καιρὸν νέοι τινὲς κατὰ
30παιδιὰν γυψώσαντες κόρακας ἀφῆκαν ἵπτασθαι. νομίσαντες Βοιωτοὶ τοῦτο τὸν χρησμὸν δηλοῦν ἐξελθόντες ἐπολέμησαν καὶ ἀπώλοντο, ὅθεν καὶ ἡ παροιμία ἐς κόρακας ἀντὶ τοῦ εἰς ἀπώλειαν· καὶ οὕτω μαντικοὶ κόρακες ἐνομίσθησαν. 11, 11 Ἀλκιβιάδην] οὗτός ἐστιν Ἀλκιβιάδης, ὁ Κλεινίου μὲν παῖς,
35Σωκράτους δὲ ἐρώμενος, οὗ καὶ ἐν τῷ Συμποσίῳ Πλάτων μέμνηται300

301

ὡς ἐπεισελθόντος τοῖς φιλοσόφοις συμποσιάζουσιν μετά τινος ἑταί‐ ρας καὶ ἐπικωμάσαντος τὴν ἀρχήν. 11, 14 ἐκκυκλήσω] ἐγκύκλημα ἐκάλουν σκεῦός τι ὑπότροχον ἐκτὸς τῆς σκηνῆς, οὗ στρεφομένου ἐδόκει τὰ ἔσω τοῖς ἔξω φανερὰ γίνεσθαι·
5ἐγκυκλήσω οὖν ἀντὶ τοῦ φανερώσω, γυμνώσω. διεξοδικώτερον δὲ περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἐγκύκλημα ἐλέγετο βάθρον ἐπὶ ξύλων ὑψηλῶν, ᾧ ἐπίκειται θρόνος· δείκνυσι δὲ τὰ ὑπὸ τῇ σκηνῇ ἐν ταῖς οἰκίαις πραχθέντα ἀπόρρητα. ὑφ’ οὗ δὲ εἰσάγεται τὸ ἐγκύκλημα, ἐσκύκλημα ὀνομάζεται, καὶ χρὴ τοῦτο νοεῖν καθ’ ἑκά‐
10στην θύραν, ἵν’ ᾖ καθ’ ἑκάστην οἰκίαν. δείκνυσι δὲ ἡ μηχανὴ θεοὺς καὶ ἥρωας τοὺς ἐν ἀέρι, Βελλεροφῶντας ἢ Περσέας, καὶ κεῖται κατὰ τὴν ἀριστερὰν πάροδον ὑπὲρ τὴν σκηνὴν τὸ ὕψος. ὃ δέ ἐστιν ἐν τρα‐ γῳδίᾳ μηχανή, τοῦτο καλοῦσιν ἐν κωμῳδίᾳ τὴν κράδην. δῆλον δ’ ὅτι συκῆς ἐστι μίμησις· κράδην γὰρ ἀποκαλοῦσι τὴν συκῆν.
15 11, 20 Δηὼ] περὶ Δηοῦς, ἣ δὴ μήτηρ τῆς Κόρης, ἣν καὶ περσε‐ φόνην καλοῦσιν. 11, 22 Ἐλευσὶς] τόπος ἱερὸς τῆς Ἀττικῆς. 11, 25 εἰ δὲ καὶ ἀπὸ] τὸ ἑξῆς· εἰ δὲ καὶ ἀπὸ Μυοῦντος δεδό‐ ξασται ὑμῶν τὰ μυστήρια, οὐ φθόνος· ἐπιτυμβίῳ γὰρ τιμῇ δεδόξα‐
20σται. 12, 1 Μυοῦντός] ὄνομά τινος Ἀθηναίου. 12, 7 Δάρδανος] Διὸς μὲν παῖς, βασιλεὺς δὲ τῶν Φρυγῶν, πρῶτος λέγεται κατάρξαι τῶν εἰς τὴν Ῥέαν μυστηρίων τελουμένων. 12, 8 Ἠετίων] Ἠετίων ὄνομα κύριον τοῦ ἱστορουμένου πρώτου
25κατάρξαι τῶν ἐν Σαμοθρᾴκῃ τῇ Ῥέᾳ τελουμένων μυστηρίων. 12, 9 ὁ Μίδας] Μίδας, Γαλατῶν βασιλεύς· λέγεται καὶ οὗτος μαθὼν τὰ Ῥέας μυστήρια παρὰ Ὀδρύσου τοῦ Θρᾳκῶν βασιλέως δια‐ δοῦναι τοῖς ὑπηκόοις αὑτοῦ. Ὀδρύσου] Ὄδρυσος βασιλεὺς Θρᾳκῶν, ᾧ ὁμώνυμον τὸ ἔθνος.
30 12, 12 νυκτὸς] τὰ νυκτὸς ἡμέρᾳ παραδοῦναι· τὸ ἐνθ [ἐνθάδε?) τῷ μεγάλῳ παραπέφρασται Γρηγορίῳ εἰς τὸ βάπτισμα. 12, 22 Κινύρᾳ] οὗτος ὁ Κινύρας βασιλεὺς ἐγένετο Κύπρου. 12, 27 φαλλὸς] φαλλὸς σχῆμα αἰδοίου. 13, 2 μυούμενοι] τελούμενοι.
35 Δηοῦς δὲ μυστήρια] Δηοῦς ἤτοι Δήμητρος μυστήρια παρὰ Φρυ‐ ξίν.
13, 4 Βριμὼ] Ἑκάτης ἐπίθετον.301

302

13, 6 Κυβέλῃ] Κυβέλη ἡ Ῥέα· Κύβελα γὰρ ὄρη τῆς Φρυγίας, ἔνθα τιμᾶται. 13, 7 Κορύβασιν] Κορύβαντες δαίμονες περὶ τὴν Ῥέαν ὡπλισμέ‐ νοι.
5 13, 12 ἐκερνοφόρησα] κίρνον τὸ λίκνον, ὃ σημαίνει τὸ πτύον, ἀπὸ τοῦ λικμᾶν, ὅπερ ἐστὶν ἱερὸν τῆς Δήμητρος, ὃ αἱ μυούμεναι τὰ ταύτης μυστήρια ἐβάσταζον· ἐκιρνοφόρησα οὖν ἀντὶ τοῦ ἐβάστασα καὶ ἐμυήθην τὰ ταύτης μυστήρια τῆς Δήμητρος. 13, 18 Σαβαζίων] Σαβαζίων τῶν ἐπιτελουμένων Διονύσῳ τῷ
10γεγονότι ἐκ Διὸς τῇ Περσεφόνῃ, ὃν Σαβάζιον καὶ Ζαγρέα ὠνόμα‐ ζον. 13, 21 ταυρόμορφον] ἡ Φερσεφόνη τὸν Ζαγρέα Διόνυσον ταυρό‐ μορφον εἶπεν διὰ τὸ ἄγαν αὐτοῦ ἀγρευτικόν. 14, 4 Θεσμοφορίοις] ἑορτὴ οὕτω καλουμένη Δήμητρος καὶ Κό‐
15ρης. μεγαρίζοντες] μέγαρα καλοῦσι τοὺς βόθρους· μεγαρίζοντες οὖν ἀντὶ τοῦ θύοντες. 14, 6 Σκιροφόρια] Σκιροφόρια ἑορτῆς ὄνομα ἐπιτελουμένης τῇ Ἀθηνᾷ διὰ Σκίρωνα τὸν λυμαινόμενον πᾶσι τοῖς παρ’ αὐτὸν καταί‐
20ρουσιν, ὠθοῦντα εἰς τὴν παρακειμένην θάλασσαν βορὰν τῇ καραδο‐ κούσῃ χελώνῃ, ἀναιρεθέντα δὲ ὑπὸ τῆς Ἀθηνᾶς. 14, 8f Κουρήτων] Κουρῆτες δαίμονές τινες οὕτω λεγόμενοι τῆς Ῥέας ὁπλοφόροι χορείαν περὶ αὐτὴν ἐκτελοῦντές τινα μυστικήν· οἳ καὶ Δία καὶ Διόνυσον ἔτι νηπίους κρυπτομένους ἀπὸ τῶν ἀπειλούν‐
25των ἀπολέσειν αὐτοὺς ἔσωσαν, τῷ πατάγῳ τῶν ὅπλων τὴν † ἀρίπιον ἄδηλον ποιοῦντες φωνήν. 14, 12 κῶνος] κῶνοι οἱ στρόβιλοι καὶ οἱ θύρσοι, ὡς Διογενιανός. ῥόμβος δῖνος, κῶνος, ξυλήριον, οὗ ἐξῆπται τὸ σπαρτίον, καὶ ἐν ταῖς τελεταῖς ἐδονεῖτο, ἵνα ῥοιζῇ· τὸ δὲ αὐτὸ καὶ ῥύμβος ἐκαλεῖτο. οὕτω
30Διογενιανός. ὅτι δὲ ῥόμβος καὶ ῥύμβος λέγεται, Ἀπολλώνιός φησιν ὁ Ῥόδιος
ῥύμβῳ καὶ τυπάνῳ Ῥείην Φρύγες ἱλάσκονται. κῶνος καὶ ῥόμβος] εἴδη ὀρχήσεως. 14, 13 παρ’ Ἑσπερίδων] Ἑσπερίδες νύμφαι τινὲς νόμιοι οὕτω
35λεγόμεναι, αἱ φυλάττουσαι τὰ λεγόμενα χρύσεα μῆλα·302

303

ἡ δὲ Ἐρύθεια καὶ Ἑσπερέθουσα βοῶπις. ὥς φησιν Ἀπολλώνιος ὁ Ῥόδιος. 14, 17f Τιτᾶνες] Τιτᾶνες δαίμονες οὕτω λεγόμενοι καταχθόνιοι. οἳ λέγονται διασπαράξαι τὸν Διόνυσον.
514, 18 λέβητα] ἐσχάραν. 14, 22 γέρας] τὸ ἐπὶ τιμῇ διδόμενον. 14, 25 Παρνασσόν] ὄρος τῆς Φωκίδος. 15, 2 φοινικίδι] ἱματίῳ φοινικῷ χρώματι βεβαμμένῳ. 15, 5f ἀνακτοτελέστας] παρὰ τὸ τελεῖν καὶ τελετὰς ἐπινοεῖν
10περὶ τὰ ἀνάκτορα, ἅπερ ἱερά ἐστιν· ἄνακτας γὰρ τοὺς θεοὺς ἔλε‐ γον. 15, 9 θεσμοφοριάζουσαι] Θεσμοφόριά ἐστιν ἑορτὴ Δήμητρος· ταύ‐ της δὲ τῆς προσηγορίας τετύχηκεν, ἐπειδὴ ἅμα τῇ εὑρέσει τῶν Δημη‐ τριακῶν καρπῶν ἐπενοήθησαν θεσμοί, τοῦτ’ ἔστι νόμοι, τῶν πρὸ
15τούτου θηριώδη τὴν δίαιταν ἐχόντων. 15, 18 Ἄττιν] ὅτι Ἄττις αὑτὸς εἶναι τῷ Διονύσῳ καταλέγεται, οὗτος δὲ τῶν αἰδοίων ἐστέρηται· ὅτε γὰρ ὁ Διόνυσος ὑπὸ Τιτάνων διεσπάσθη, ἡ Ῥέα τὰς σάρκας αὐτοῦ εὑροῦσα διεσπασμένας ἐν τοῖς ὀρεινοῖς τόποις συνέθηκεν, τὰ αἰδοῖα μόνα μὴ εὑροῦσα· ὅθεν ἱστόρη‐
20σάν τινες παρὰ τῶν διασπασάντων ἐν κίστῃ τεθεῖσθαι καὶ Τυρσηνοῖς παρατεθεῖσθαι· διὸ καὶ τούτων χωρὶς ὁ Ἄττις ὑπείληπται ὡς αὑτὸς ὢν τῷ Διονύσῳ. 15, 25 φρέατι] τὸ φρέαρ καλλίχορον οἱ παλαιοὶ ὀνομάζουσιν. Καλλίμαχός φησιν·
25
καλλιχόρῳ ἐπὶ φρῆτι καθέζεο παιδὸς ἄπυστος. 16, 7f τὰ αἰδοῖα] ὄντως «ἡ δόξα αὐτῶν ἐν τῇ αἰσχύνῃ αὐτῶν», ᾗ φησιν ὁ ἀπόστολος. 16, 21f μεγαλήτορος] μεγαλοψύχου, τοῦ Ἀθηναίων. 16, 22 Ἐρεχθειδῶν] ἀπὸ τοῦ Ἐρεχθέως.
30 16, 23 ἅσσα] ὁποῖα. 16, 25 λήναις] ταῖς Βάκχαις, ἢ παρὰ τὰς ληνοὺς τῷ εἶναι αὐτὰς † λιθίνας, ἢ παρὰ τὰ ἔρια [ἐν] οἷς στέφονται· λήνεα γὰρ τὰ ἔρια,
ὅθεν καὶ ληνάριος.303

304

17, 5 σησαμαῖ] εἴδη πεμμάτων. 17, 6 τολύπαι] τολύπαι ἐρίων ἑλίγματα. πόπανα πέμματα πλακουντοειδῆ, περιφερῆ, ὀμφαλοὺς ἔχοντα. 17, 7 Βασσάρου] βασσάρα λέγεται ἔνδυμα βακχικόν.
5 17, 8 φθοῖς] φθόις πλακοῦντος εἶδος, ὃν συναλείφοντες Ἀττικοὶ φθοῖς καλοῦσιν. 17, 16 Ἴακχον] τὸν καταχθόνιον Διόνυσον. 18, 4f μηναγύρτην] τὸν ἱερέα τῆς Ῥέας οὕτω καλοῦσιν μηνα‐ γύρτην. μηναγύρται δὲ οἱ ἱερεῖς τῆς Ῥέας οὕτω προσαγορεύονται,
10ὅτι κατὰ μῆνα ἤγειρον καὶ ἤθροιζον χρήματα μεταιτοῦντες κώμας καὶ πόλεις καὶ οἰκίας περινοστοῦντες, καὶ ἐπὶ τῶν ὤμων βαστάζον‐ τες τὰ εἴδωλα· οἱ αὐτοὶ ὄντες καὶ μητραγύρται, διότι τὴν μητέρα τῶν θεῶν τὴν Ῥέαν βαστάζοντες ἐπ’ ὤμων συλλογὴν χρημάτων ἐποίουν.
15 18, 6 θηλείας—νόσου] θήλειαν νόσον οἶμαι τὴν γυναιξὶν ἁρ‐ μόζουσαν λέγει, ἥτις ἡδονή ἐστιν, ὡς τὰς τῶν στερροτέρων καὶ καρ‐ τεροψύχων καρδίας χαυνοῦσα καὶ ἐκθηλύνουσα. 18, 8 Εὐήμερον] οὗτός ἐστιν ὁ Εὐήμερος, ὅν τινες Μεσσήνιον, οὗ μέμνηται ὁ Καλλίμαχος ἐν τοῖς χωλιάμβοις λέγων
20
γέρων ἀλαζὼν ἄδικα βιβλία ψύχει· ὃς διεβάλλετο ὡς ἄθεος. Ἀκράγας Σικελίας καὶ ὄρος καὶ πόλις ὁμώ‐ νυμος. 18, 9 Διαγόραν] Διαγόρας φιλόσοφος ἐγένετο, Μήλιος τῷ γένει, ὃς ἐξ ἀρχῆς εὐσεβὴς ὢν ὕστερον εἰς ἀθεότητα ἐτράπη ἀπὸ τοιαύτης
25αἰτίας· παρακαταθήκην πιστεύσας, ἀρνησαμένου τοῦ λαβόντος, ἔφησεν μὴ ἐφορᾶν τὸ κρεῖττον τὰ ἀνθρώπινα· μὴ γὰρ ἂν ἀνέχεσθαι τῶν οὕτω κακῶν. τούτου μέμνηται Ἀριστοφάνης ὁ κωμικὸς ἐν οἷς φησι Σωκράτη τὸν Μήλιον ἀντὶ τοῦ εἰπεῖν Διαγόραν· τοῦ δὲ Ἵππωνος καὶ αὐτοῦ ὡς ἀσεβοῦς γενομένου μέμνηται ὁ Κρατῖνος.
30 19, 8 ὅστις ποτ’ εἶ σύ] πρὸς τὸν τούτων ἁπάντων συνοχέα τρέπει τὸν λόγον καί φησιν· τίς ἄρα εἶ σύ, ὅτι καὶ δυσθεώρητος εἶ; τοῦτο γὰρ δηλοῖ τὸ δυστόπαστος ἐκ τοῦ τοπάζω ἤγουν ὑπολαμ‐
βάνω.304

305

19, 21 Εὐμενίδας] αἱ αὐταὶ ταῖς Ἐρινύσιν αἱ Εὐμενίδες, ἃς εὐφή‐ μως Εὐμενίδας εἰρήκασιν. 19, 25 Ἐπιμενίδης] Ἐπιμενίδης· οὗτος Κρὴς μὲν ἦν τὸ γένος, ἱερεὺς Διὸς καὶ Ῥέας, [καὶ] καθαίρειν ἐπαγγελλόμενος παντὸς οὑτινοσοῦν
5βλαπτικοῦ, εἴτε περὶ σῶμα εἴτε περὶ ψυχήν, τελεταῖς τισι καὶ τὸ αἴτιον εἰπεῖν. —οὗτος καὶ ὕβριν καὶ ἀναίδειαν ὑπέλαβεν εἶναι θεούς, καὶ νεὼς καὶ βωμοὺς αὐταῖς ἱδρύσατο Ἀθήνησι καὶ θύειν παρεκελεύετο. — οὗτος ἐκάθηρε τὰς Ἀθήνας· ἦν δὲ Κρὴς τῷ γένει καὶ σοφώτατος, οὗ καὶ Μένανδρος μέμνηται ἐν ταῖς Κωνειαζομέναις.
10 20, 5 ἐν χρῷ] ἀντὶ πάνυ ἐγγύς, ἤτοι ἀληθῶς· οὕτω καὶ Ἱερεμίας «θεὸς ἐγγίζων ἐγώ εἰμι» ἀντὶ τοῦ ἀληθής. 20, 13 ᾄσσοντες ἐπὶ τὴν ἀλήθειαν] ἤγουν ἐφορμῶντες. 20, 16 Ἀκραγαντῖνος] Ἀκράγας τῆς Σικελίας καὶ πόλις καὶ ὄρος λέγεται πατρὶς Ἐμπεδοκλέους ἀνδρὸς φιλοσόφου καὶ μάλιστα δόξαν‐
15τος φυσικοῦ γεγενῆσθαι. συντέτακται δὲ αὐτῷ βιβλία φυσικὰ δι’ ἑξαμέτρων. 20, 18 ἀχέων] ἄχεα καὶ ἄλγεα τὰ αὐτά· δηλοῦσι δὲ τὰς θλί‐ ψεις. 20, 25 καλλίπετε] καταλείψατε τὸ σκότος.
20 20, 30 ἐντεῦθεν ἄρχεται δεικνύειν ὅτι ἄνθρωποι ἦσαν οἱ παρ’ αὐτοῖς θεοί. 21, 2 Κορυφασίαν] Κορυφασίαν αὐτὴν κεκλήκασιν, ὅτι ἀπὸ τῆς κορυφῆς τοῦ Διὸς ἐγεννήθη, ἣν μητέρα φασὶν αὐτῆς. 21, 7 Κύρβαντος] Κύρβας ὄνομα κύριον, ἀφ’ οὗ καὶ Κορύβαντες
25οἱ περὶ τὴν Ῥέαν δαίμονες ὠνομάσθησαν. 21, 25 κεράμῳ] τινὲς τὸν κέραμον δεσμωτήριον ἐξηγήσαντο· οὕτω γάρ φασι Κυπρίους τὸ δεσμωτήριον λέγειν. 21, 29 Ὑπερβορέοισιν] Ὑπερβόρεοι ἔθνος Σκυθικόν, οὕτω καλού‐ μενον διὰ τὸ ἀνωτάτω τῶν βορειοτάτων μερῶν, ὅθεν πνεῖ ὁ βορέας,
30ἔχειν τὴν οἴκησιν· οὗτοι δὲ ὄνους θύουσι τῷ Ἀπόλλωνι. 22, 14 Κυνοσουρίδος] κώμη Λακεδαίμονος. 22, 15 ἐν Τήνῳ] Τῆνος μία τῶν Κυκλάδων νήσων. 22, 22 Κυπριακὰ ποιήματα] Κύπρια ποιήματά εἰσιν τὰ τοῦ κύκλου· περιέχει δὲ ἁρπαγὴν Ἑλένης· ὁ δὲ ποιητὴς αὐτῶν ἄδηλος· εἷς γάρ
35ἐστι τῶν κυκλικῶν. κυκλικοὶ δὲ καλοῦνται ποιηταὶ οἱ τὰ κύκλῳ τῆς305

306

Ἰλιάδος ἢ τὰ πρῶτα ἢ τὰ μεταγενέστερα [ἐξ] αὐτῶν τῶν Ὁμηρικῶν συγγράψαντες. 23, 4 σχιζίαν] σχιζίας, λεπτὸς παρὰ Ἀττικοῖς, ὡς Διογενιανός φησι.
5 σχιζίαν] ἤτοι ἰσχνός, λιγνός. 23, 6 Οἴτῃ] Οἴτη τῆς Τραχῖνος ὄρος· ἡ δὲ Τραχὶς τῆς Θεσσα‐ λίας. 23, 11 Μάκαρ] μνημονεύει Ὅμηρος τοῦ Μάκαρος ἐν οἷς φησιν·
ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει.
10 23, 26 Ἀμυμώνην] αὕτη ἡ Ἀμυμώνη Δαναοῦ θυγάτηρ, ἐξ ἧς ἔσχεν τὸν Ναύπλιον. 24, 2 Ἀρσινόη] ταύτην τὴν Ἀρσινόην τινὲς μητέρα τοῦ Ἀσκλη‐ πιοῦ φασι, τινὲς δὲ Κορωνίδα. ἔστι δὲ ἡ Ἀρσινόη Λευκίππου θυγά‐ τηρ, ἡ δὲ Κορωνὶς Φλεγύου.
15 24, 7 αἰγῶν] ἀστεῖον ἄγαν. 24, 15 Ἀλκμήνης] Ἀλκμήνῃ μὲν τρεῖς νύκτας ὁ Ζεὺς συνῆλθεν, ἔνθεν «τριέσπερος» ὁ Ἡρακλῆς· τῇ δὲ Μνημοσύνῃ ἐννέα συνεγένετο νυξίν, ἔνθεν καὶ ἐννέα εἰσὶν αἱ Μοῦσαι. 24, 17f ἀλεξίκακον] τὸν Ἡρακλῆν δηλονότι.
20 25, 11 Ἴσθμιά] Ἰσθμὸς τόπος στενὸς ἐν Κορίνθῳ, περιεχόμενος ὑπὸ δύο θαλασσῶν. ἐνταῦθα ἤγετο τὰ Ἴσθμια, ἅπερ ἐξ ἀρχῆς ὁ Σί‐ συφος διέθηκεν ἐπὶ Μελικέρτῃ τῷ καὶ Παλαίμονι, τῷ Ἰνοῦς καὶ Ἀθάμαντος, ἀποθεωθέντι δὲ ἐν τῇ θαλάσσῃ· ὕστερον δὲ τῷ Ποσει‐ δῶνι ἀνιέρωτο ὁ ἀγών.
25 Νέμεα] τῶν Νεμέων τοῦ ἀγῶνος ἡ αἰτία ἐστὶν αὕτη· ὅτε οἱ ἑπτὰ ἐπὶ Θήβας σὺν Ἀδράστῳ καὶ Πολυνείκει ἐστρατεύοντο, παρέβαλον εἰς τὴν Νεμέαν· τόπος δὲ οὗτος τοῦ Ἄργους· ζητοῦντες δὲ ὑδρεύσασθαι συνέτυχον Ὑψιπύλῃ τῇ Θόαντος θυγατρί, τρεφούσῃ παιδίον Ὀφέλτην καλούμενον Εὐφήτου καὶ Εὐρυδίκης. ἣ δὲ ἀποθεμένη τὸ παιδίον
30ἀπῆλθεν, αὐτοῖς ὑδρεύσασθαι βουλομένη· δράκων ἐν τοσούτῳ περι‐ πεσὼν τῷ παιδίῳ ἀνεῖλεν αὐτό· ἣ δὲ ἐπανελθοῦσα ἐθρήνει. Ἀμφιά‐ ραος δὲ ὁ μάντις, εἷς ὢν τῶν ἑπτά, ἀπὸ τοῦ συμβάντος τοῖς Ἕλλησι
θάνατον προεμαντεύσατο καὶ τὸν παῖδα Ἀρχέμορον ἐκάλεσεν· Ἄδρα‐306

307

στος δὲ παραμυθούμενος τὴν Ὑψιπύλην ἐπ’ αὐτῷ τὸν Νεμεακὸν ἀγῶνα συνεστήσατο, ὃς ὕστερον τῷ Διὶ ἀνιερώθη. 25, 12 Πύθια] Πύθια διὰ Πύθιον δράκοντα τὸν ἀναιρεθέντα μὲν ὑπὸ Ἀπόλλωνος, σαπέντα δὲ ἐπικείμενον τῷ ὄρει Παρνασῷ ἐπιλεγο‐
5μένῳ. 25, 17 Πῖσα] Πῖσα πόλις τῆς Ἤλιδος, ἔνθα τὰ Ὀλύμπια τῷ Διὶ ἄγεται, τοῦ Πέλοπος διὰ τὴν κατ’ Οἰνομάου νίκην τοῦ κηδεστοῦ πρώτου αὐτὰ διαθεμένου, ὥς τινες. 25, 18 σφετερίζεται] ἰδιοποιεῖται τὰ ἐπιχεόμενα τοῖς νεκροῖς ἀντὶ
10σπονδῶν, ὅτε ἐναγίζουσιν αὐτοῖς. 25, 21 Σάγρᾳ] πόλις τῆς Ἰταλίας. ἀφ’ ᾗς καὶ ἡ παροιμία, ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ. 25, 22 φαλλοὶ] τὰ σκύτινα αἰδοῖα. φαλλὸς ἦν τι ξύλον εἰς τύπον αἰδοίου τεκτονευθέν, πομπευόμενον ἐν ἑορτῇ Διονύσου, γελοίου τινὸς
15μύθου σύμβολον. 26, 3 πασχητιᾷ] πασχητιᾶν ἐστι τὸ ἡττᾶσθαι μὲν τῆς αἰσχρᾶς ἡδονῆς, τῷ δὲ μὴ εἶναι τὸ ἀποπληρωτικὸν τῆς ἡδονῆς πρὸς ὅμοιον αὐτῷ ἐκτύπωμα τερθρεύεσθαι. 26, 9 ληναΐζουσιν] βακχεύουσιν· Λῆναι γὰρ αἱ Βάκχαι.
20 26, 13 Εἱλώτων] Εἵλωτες καλοῦνται οἱ Μεσσήνιοι ἢ ἀπὸ τοῦ ἕλους τοῦ ἐπικειμένου τῇ Λακεδαίμονι ἢ ἀπὸ τοῦ ἑλεῖν· Λακεδαιμόνιοι γὰρ ἑλόντες αὐτοὺς κατεδίκασαν τὸ ἕλος ἐργάζεσθαι. παρὰ Λακεδαιμονίοις] [ἣ] ἄτιμός τις καὶ δουλικὴ μοῖρα [ἢ] ὥσπερ οἱ πενέσται παρὰ Θετταλοῖς καὶ οἱ θῆτες παρὰ Ἀθηναίοις, οὕτως
25οἱ Εἵλωτες παρὰ Λακεδαιμονίοις. 26, 14 Ἡρακλῆς] Ἡρακλῆς ἐθήτευσεν Ὀμφάλῃ, Λυδῶν βασιλίσσῃ, (τὸ δὲ ἔργον αὐτοῦ ταλασιουργία) διδοὺς δίκην διὰ Ἴφιτον, Εὐρύτου μὲν παῖδα, ὃν ξένον αὐτῷ γενόμενον καὶ φίλον μετὰ πολλὴν φιλο‐ φροσύνην ὤσας κατὰ πέτρας ἀπώλεσεν.
30 26, 15 Λαομέδοντι] οὗτος ὁ Λαομέδων πατὴρ μὲν ἦν Πριάμου, ἔσχε θητεύοντας αὑτῷ Ποσειδῶνα καὶ Ἀπόλλωνα· βουλήσει δὲ Διός, [δι’] ἐνέδραν καὶ λόχον ἀρτύσαντες αὐτῷ καὶ ἁλόντες, ταύτην ὑπέστη‐ σαν δίκην.
27, 8 Ἠλεῖον Αὐγέαν] δαίμων τις οὗτος Ἠλεῖος Αὐγέας, ἐναν‐307

308

τίος τῷ Πλούτωνι, ὃν καὶ τοξευόμενον ὑπὸ Ἡρακλέους Πανύασσις εἰσάγει. 27, 11 Ἱπποκοωντιδῶν] Ἱπποκόων τις ἐγένετο Λακεδαιμόνιος, οὗ 〈οἱ〉 υἱοὶ ἀπὸ τοῦ πατρὸς λεγόμενοι Ἱπποκοωντίδαι ἐφόνευσαν τὸν Λικυ‐
5μνίου υἱόν, Οἰωνὸν ὀνόματι, συνόντα τῷ Ἡρακλεῖ, ἀγανακτήσαντες ἐπὶ τῷ πεφονεῦσθαι ὑπ’ αὐτοῦ κύνα αὑτῶν. καὶ δὴ ἀγανακτήσας ἐπὶ τούτοις ὁ Ἡρακλῆς πόλεμον συγκροτεῖ κατ’ αὐτῶν καὶ πολλοὺς ἀναιρεῖ, ὅτε καὶ αὐτὸς τὴν χεῖρα ἐπλήγη. μέμνηται καὶ Ἀλκμὰν ἐν αʹ. μέμνηται καὶ Εὐφορίων ἐν Θρᾳκὶ τῶν Ἱπποκόωντος παίδων, τῶν
10ἀντιμνηστήρων τῶν Διοσκούρων. 27, 24 πανομφαῖος] ὁ πᾶσαν ὀμφήν, τοῦτ’ ἔστι φήμην, ἀφιείς· ἐκ δὲ τούτου ὁ μαντικὸς νοεῖται. 27, 28 δράκων] ἐπὶ Νέμεσιν. κύκνος] ἐπὶ Λήδαν.
15 ἀετός] ἐπὶ Γανυμήδην. 27, 29 ἄνθρωπος] Ἀμφιτρύων ἐπ’ Ἀλκμήνην. 28, 15 δρυός] τῆς κατὰ τὸ παλαιὸν μυθευομένης ἀνθρωπογό‐ νου. 28, 19 Ἀργύννου νεὼν] τὸν τῆς Ἀργύννου νεὼν Ἀφροδίτης ἐπι‐
20κληθείσης ἀπὸ Ἀργύννου τοῦ Ἀγαμέμνονος. 28, 21f ἐν Μηθύμνῃ] Μήθυμνα μία τῶν δʹ πόλεων, αἵ εἰσιν αὗται· Μήθυμνα, Μιτυλήνη, Ἔρεσσος, Ἴρα. 28, 25 ἐν Ἤλιδι] ἐν Ἤλιδι Ἀπομυίῳ, τῷ ἀπελαστικῷ τῶν μυιῶν Διί, θύουσιν Ἠλεῖοι.
25 29, 7 περιβασοῖ] ἀσχημοποιῷ· ἐπίθετα δὲ ταῦτα τῆς Ἀφροδί‐ της. 29, 10 χοιροψάλαν] χοιροψάλας Διόνυσος ἐν Σικυῶνι τιμᾶται τῆς Βοιωτίας, ὡς Πολέμων ἐν τῇ πρὸς Ἄτταλον ἐπιστολῇ. ἔστι δὲ μετα‐ λαμβανόμενον ὁ τὸν χοῖρον ψάλλων, τοῦτ’ ἔστι τίλλων· χοῖρος δὲ
30γυναικεῖον αἰδοῖον, ὡς μαρτυρεῖ καὶ Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν λέγων «χοῖρε, χοῖρε. κοῒ κοΐ. τρώγοις ἂν ἐρεβίνθους; εἰπέ μοι.
κοῒ κοΐ».308

309

29, 28 τὰς γαλᾶς] ὅτι ἡ ἱστορία περιέχει ὡς Ἀλκμήνης δυστο‐ κούσης γαλῆ παρῆλθεν καὶ εὐθέως ἀπεκύησεν τὸν Ἡρακλέα· διὸ τι‐ μῶσιν αὐτὴν Θηβαῖοι. 30, 1 μύρμηκας] ὁ Μύρμηξ ὄνομα κύριον ἀνθρώπου, ᾧ ὁμοιωθεὶς
5ὁ Ζεὺς μίσγεται Εὐρυμεδούσῃ, τῇ Κλήτορος θυγατρί, γεννᾷ δὲ Μυρ‐ μιδόνα ἐξ αὐτῆς. 30, 5 σμίνθους] Κρητῶν ἐπιστρατευσάντων τοῖς Τρωσὶν καὶ στρατοπεδευσαμένων πλησίον τῆς Τρῳάδος οἱ μῦς νύκτωρ ἐπιθέμενοι τοὺς τελαμῶνας τῶν ἀσπίδων αὐτῶν διέτρωγον, καὶ ἐντεῦθεν ἱδρύ‐
10σαντο μὲν ἱερὸν Ἀπόλλωνος, ἐπωνόμασαν δὲ αὐτὸ Σμίνθιον Κρητῶν ἐπιχωρίων γλώττῃ· σμίνθους γὰρ τοὺς μύας οἱ Κρῆτες καλοῦσιν. 30, 18 Κυθνίοις] Κύθνος, μία τῶν Σποράδων νήσων. 30, 20 Φαληροῖ] Φαληρεὺς λιμὴν τῆς Ἀττικῆς· ὁ δὲ κατὰ πρύ‐ μνας ἥρως Ἀνδρόγεώς ἐστιν, υἱὸς Μίνωος, οὕτως ὀνομασθεὶς ὅτι
15κατὰ τὰς πρύμνας τῶν νηῶν ἵδρυτο. καὶ Καλλίμαχος ἐν δ’ τῶν Αἰ‐ τίων μέμνηται. 30, 21 Ἀνδροκράτει κτλ.] ὀνόματα τῶν ὑπὲρ Πλαταιέων ἀναιρεθέν‐ των, ὅτε Ξέρξης αὐτοῖς ἐπεστράτευσεν. 30, 27 ὦ Βοιώτιε] ἀντὶ τοῦ ὦ Ἡσίοδε· Βοιωτὸς γὰρ ἦν τὸ
20γένος. 31, 1 Ἀσκραῖε] Ἡσίοδε· Ἄσκρη γὰρ πόλις Βοιωτίας. 31, 6 ὑμεδαπῆς] ὑμετέρας. 31, 6f ἐγχρίμπτονται] συμπίπτουσιν, ἐγγίζουσιν. 31, 12 ὀψαρτυτικῆς] μαγειρικῆς.
25 31, 24 Ἰθωμήτῃ] Ἰθώμη πόλις τῆς Λακεδαιμονίας ἣν καὶ Μεσσήνην φασίν· μᾶλλον δὲ οὕτως ἡ ἀκρόπολις τῆς Μεσ‐ σήνης ταύτης καλεῖται, ὥσπερ ἡ τοῦ Ἄργους πάλιν ἀκρόπολις Λάρισα λέγεται. 32, 1 Μόνιμος] ὄνομα ἱστοριογράφου.
30 32, 4 ἐν Νόστοις] οὕτως ἐπιγραφομένῳ βιβλίῳ περιέχοντι τὴν ἐκ τῆς Ἰλίου τῶν Ἑλλήνων ἐπάνοδον· νόστος γὰρ ἡ ἐπάνοδος. 32, 6 Δωσίδας] ὄνομα ἱστοριογράφου. Φωκαεῖς] Φωκαεῖς οἱ Ἴωνες· Φώκαια γὰρ μία τῶν δώδεκα πό‐ λεων τῆς Ἰωνίας.
3532, 15 τοπάζοντες] ὑπονοοῦντες. 32, 16 οὐ γὰρ κτλ.] ὡς λίαν σαφῆ τε καὶ εὐσεβῆ τὴν κρίσιν ἐξάγει
ὁ θεσπέσιος οὗτος ἄνθρωπος.309

310

33, 8 Κῦρον] Περσῶν βασιλέα. φιλόδωρος] ὡς καὶ κατὰ τοῦ Κροίσου δῶρα λαβών. 33, 13 πυρᾶς] ἐφ’ ᾗ καὶ αἰχμάλωτος ληφθεὶς ὑπὸ Κύρου ἐπιτίθε‐ ται ἐπὶ πῦρ· «ἀλλ’, ὦ φιλανθρωπότερε» τῷ Κύρῳ λέγει.
5 33, 14 Σόλων] εἷς τῶν ἑπτὰ σοφῶν, ὃς προειρήκει αὐτῷ· «τέλος ὅρα μακροῦ βίου.» 33, 15 σωφρόνησον] ἐπὶ γὰρ τῆς πυρᾶς οὕτως εἶπεν Κροῖσος, ὥς φησιν Ἡρόδοτος· «τὰ δὲ ἐμὰ παθήματα ἀχάριστα ἐόντα μαθήματα γέγονεν» κατὰ τὸ Ὁμηρικόν·
10
παθὼν δέ τε νήπιος ἔγνω. 33, 23 εἴτε Φορωνεὺς] Φορωνεὺς Ἀργεῖος ἦν τῷ γένει, ὁ δὲ Μέ‐ ροψ Κῷος. μαντεῖον περὶ τὴν Λεβαδίαν τῆς Βοιωτίας ἀπὸ Φορω‐ νέως τινὸς πρώτου θύσαντος τοῖς θεοῖς τοῖς νομισθεῖσιν· ὁμοίως δὲ καὶ Μέροψ ἱστορεῖται.
15 33, 27 τὸν Ἔρωτα] πρεσβύτατον τῶν θεῶν τὸν Ἔρωτα μετὰ τοῦ χάους καὶ τῆς γῆς γεγονέναι καὶ Ἡσίοδος λέγει ἐν οἷς φησιν·
ἤτοι μὲν πρώτιστα Χάος γένετ’, αὐτὰρ ἔπειτα
Γαῖ’ εὐρύστερνος ... ἠδ’ Ἔρος. 33, 28 πρὶν ἢ Χάρμον] ἀντὶ τοῦ πρὶν ἢ τὸν Χάρμον ἐρασθῆναί
20τινος καὶ ὑπὸ τοῦ Ἔρωτος ληφθῆναι. 33, 32 Φιλιππίδην] οὗτος ὁ Φιλιππίδης ἡμεροδρόμος ἦν, ὥς φησιν Ἡρόδοτος· εἶτα Ξέρξου ἐκστρατεύσαντος ἐπὶ τὴν Ἑλλάδα Φιλιππίδης οὗτος ἀπαγγεῖλαι πορευθεὶς Λάκωσι τὴν ἔφοδον τοῦ βαρβάρου, περὶ τὸ Παρθένιον ὄρος ὁρᾷ τε φάσμα τὸ τοῦ Πανὸς πρὸς τῷ τόπῳ καὶ
25ἀκούει, οὗτινός τε εἴη δαίμονος τὸ ὁραθὲν καὶ ὅτι σύμμαχος Ἕλλησιν ἥκοι, καὶ τὸ ἀπὸ τοῦδε θεὸς Ἀθηναίοις ἐνομίσθη Πάν, καὶ τὸ καθύ‐ περθεν σπήλαιον τοῦ Ἀρείου πάγου τεμενίσαντες αὐτῷ ἔνορχιν τρά‐ γον ὅσα ἔτη ἔθυον αὐτῷ. 34, 18 Διδυμαίῳ] Διδυμαῖος γὰρ Ἀπόλλων ἐν Μιλήτῳ τιμᾶται
30ἢ διὰ τὸ ἅμα τῇ ἀδελφῇ Ἀρτέμιδι γεγεννῆσθαι, ἢ διὰ τὸ διπλᾶ ἱερὰ εἶναι αὐτοῦ ἐκεῖ. 34, 18f τῆς Λευκοφρύνης] Λευκοφρύνη Ἄρτεμις ἐν Μαγνησίᾳ ὀνομάζεται. 34, 20 Μυνδίῳ] τῷ Καρί· Μύνδος γὰρ πόλις Καρίας.
35 34, 21 Τελμησσῷ] Τελμησσὸς Καρίας πόλις, ἀρίστους ἔχουσα μάντεις, ὅθεν ἦν Ἀρίστανδρος ὁ συνὼν Ἀλεξάνδρῳ ἡνίκα ἔκτιζεν τὴν
Ἀλεξάνδρειαν.310

311

35, 3 Κινύρου] Κυπρίων βασιλεύς. 35, 15 ὅρα πῶς ἀρχῆθεν ἡ ἀπάτη αὕτη τῷ τῶν ἀνθρώπων εἰσ‐ εκώμασεν βίῳ. 35, 19 Θεσπείᾳ] τόπος ἐν Βοιωτίᾳ, ἱερὸν Ἥρας.
535, 22 βρέτη] διὰ τὸ βροτοῖς ἀπεικονίζεσθαι. 35, 27 ἀνδρείκελα] ἀνθρώπων μορφαῖς ἀπεικαζόμενα. 35, 30 κατὰ κοινοῦ τὸ οὐ παραιτητέον. 36, 3 Σεμνῶν] Εὐμενίδων ἤτοι τῶν Ἐρινύων. 36, 4 Σκόπας] οὗτος ὁ Σκόπας ἀγαλματοποιὸς ἐπίσημος ἐγέ‐
10νετο. Κάλως] ὄνομα ἀνδριαντοποιοῦ. 36, 9 Βρυάξιος] ὡς εἰ ἔλεγεν εἴτε Βρύξου (sic) εἴτε Φειδίου ἦν ἡ τέχνη. 36, 12 Τήνῳ] νῆσος μία τῶν Κυκλάδων.
15 36, 20 Κύκλου] Κύκλος αὐτοῦ τὸ βιβλίον τὸ ἱστορικὸν ἐκα‐ λεῖτο. 36, 23 Μορύχου] οὕτως ἐπίκλην ἐκαλεῖτο ὁ Διόνυσος. 36, 24 τοῦ φελλάτα] ἀπὸ ὄρους Φελλέως καλουμένου. φελλάτας λίθους καλοῦσι τοὺς τραχεῖς, ἔνθεν καὶ Ἀριστοφάνης
20ὁ κωμῳδικός φησιν·
ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ Φελλέως, σημαίνων τὸν τραχὺν τόπον. 37, 1 Σκύλλις καὶ Δίποινος] ὀνόματα κύρια ἀγαλματοποιῶν. 37, 3 Μουνυχίας] Μουνυχία Ἄρτεμις ἐν τῷ Πειραιεῖ τιμᾶται καὶ
25ἀπ’ αὐτῆς μέρος τοῦ λιμένος Μουνύχιον ὠνόμασται. 37, 23 παραστησάμενον] πορθήσαντα. 37, 25 δαιδαλθῆναι] ἀντὶ τοῦ ἀγαλματοποιηθῆναι. ἀπὸ Δαιδάλου δὲ ἐλέχθη τὸ ῥῆμα, περιφανοῦς κατὰ τὴν τέχνην ὑπάρξαντος. 38, 19f πυραμίδες] πυραμίδες οἰκοδομήματα ἐν Αἰγύπτῳ, ἅπερ
30ᾠκοδομήθη εἰς μνημάτων χώραν, ὡς μαρτυρεῖ τὸ ἐν αὐταῖς ἐπί‐ γραμμα οὕτως ἔχον·
μνήματα Καιφρῆνός τε καὶ ἀντιθέου Μυκερήνου
καὶ Χέοπος κατιδὼν Μάξιμος ἠγασάμην.311

312

πυραμίδες δὲ ἐκλήθησαν ἀπὸ τοῦ συναγωγὴν ἔχειν ὁμοίαν φλογί, ᾗ καὶ πέμματά τινά ἐστιν ἐκ στέατος ἢ σησάμου πυραμοειδῆ. οἳ δὲ πυραμίδας κεκλῆσθαι ἀπὸ τοῦ σχήματος τοῦ παρὰ τοῖς γεωμέτραις· πυραμὶς γάρ ἐστι σχῆμα παραλληλόγραμμον, ἐπίπεδον ἄνω ἐπὶ τῆς
5κορυφῆς τρίγωνον ἔχον, οὗ ἡ βάσις μία ἐστὶ τῶν μικροτέρων τοῦ παραλληλογράμμου εὐθειῶν. τάφοι δέ εἰσιν, ὡς ἔφην, καὶ αὐταί, ὥσπερ καὶ τὰ μαυσώλεια ἀπὸ τοῦ κτίσαντος καὶ δεδωκότος τοιοῦτο σχῆμα τὴν προσηγορίαν εἰληφότα. 38, 20 μαυσώλεια] Μαύσωλος ἐγένετο Ἑκατόμνου τοῦ Καρίας
10τυράννου ἀδελφὸς δυνάστης, ὃς ἐπιφανῆ τάφον ἑαυτῷ κατεσκεύασεν, ὅσπερ ὕστερον ὡς ἱερὸν ἐνομίσθη. λαβύρινθοι] λαβύρινθος ἔργον μὲν ἦν Δαιδάλου, θεατροειδὲς δὲ καὶ πολυέλικτον σχῆμα, ἀδιεξόδευτον τοῖς ἀπείροις, ἐν ᾧ καθεῖρκτο ὁ Μινώταυρος, θηρίον τι διφυὲς ἐξ ἀνθρώπου καὶ βοός, γεγονός, ὥς
15φασι, Πασιφάης καὶ Διός. 39, 12 πρὸ τῶν πυλῶν] τὸν Λοξίαν πρὸ τῶν θυρῶν ἵστασαν οἱ Ἀθηναῖοι ἕκαστος καὶ προσεκύνουν καὶ βωμὸν παρ’ αὐτὸν ἱδρύοντο στρογγύλον, καὶ μυρρίναις στεφανοῦντες ἐκάλουν Λοξίαν, τὴν τοῦ παρ’ αὐτοῖς θεοῦ προσηγορίαν νέμοντες τῷ βωμῷ. ἐντεῦθεν καὶ
20παρὰ τοῖς κωμικοῖς οἱ ἐξιόντες κόπτουσι τὰς θύρας, διότι οὐχ ὥσπερ παρ’ ἡμῖν νῦν τὸ παλαιὸν ἀνεῴγνυντο αἱ θύραι, ἀλλ’ ἐναντίῳ τρόπῳ· ἔξωθεν γὰρ αὐτὰς ἀνατρέποντες ἔνδοθεν ἐξῄεσαν, πρότερον δὲ τῇ χειρὶ ψόφον ἐποίουν κρούοντες ἐπὶ τὸ γνῶναι τοὺς πρὸ τῶν θυρῶν τὸν Λοξίαν προσκυνοῦντας καὶ φυλάξασθαι μὴ λάθοιεν πλη‐
25γέντες τῶν θυρῶν πρὸς τὸ ἔξω ὠθουμένων. 39, 26 σπάλακες] εἶδός ἐστι ζῴου, ὅπερ ἐκ γενετῆς ἐστι τυφλόν, καλεῖται δὲ καὶ ἀσπάλαξ. 40, 21 τοῦτο ἄμεινον] ἀστεῖον τοῦτο καὶ ὡραῖον. 40, 25f αἱ δὲ χελιδόνες] καὶ τοῦτο ἄγαν ἀστεῖον.
30 40, 28 Ἐπιδαυρίου] Ἐπίδαυρος, τοῦ Ἄργους πόλις, ἱερὸν Ἀπόλ‐ λωνος. Πολιάδος] Πολιὰς Ἀθήνησι τιμᾶται, ἣν καὶ πολιοῦχον λέγουσιν, ἱδρυμένην ἐν τῇ ἀκροπόλει. 41, 11 Ἀμαζόνας] ἔθνος Σκυθικὸν ἀνδρεῖον καὶ ἀνδρῶδες καὶ
35πρόσοικον τοῖς Κόλχοις.312

313

41, 13 Ἐλευθερέως] τοῦ ἐν ταῖς Ἐλευθεραῖς τιμωμένου· τόπος δὲ τῆς Βοιωτίας οὗτος. 41, 19 τοῦ Διὸς] ἄλλοι τῆς Ἀθηνᾶς φασιν, ὧν καὶ Γρηγόριος ὁ θεολόγος, δι’ ὧν φησι·
5
καὶ Φειδίας τὰ παιδικὰ ἐν τῷ δακτύλῳ
τῆς παρθένου γραφέντα· «Παντάρκης καλός.» Λιβάνιος δὲ ὁ σοφιστὴς ἐπὶ τῆς Ἀφροδίτης τῷ δακτύλῳ τοῦτο γράψαι Φειδίαν λέγει. 41, 23f τὴν Πραξιτέλους ἐρωμένην] τινὲς καὶ τὸν Φειδίαν τοῦτο
10πεποιηκέναι φασίν, εἰς τὸ Φρύνης τῆς ἑταίρας εἶδος, ἐρωμένης αὐτῷ, τὴν Ἀφροδίτην διαγλύψαι. 41, 24 Φρύνη] μία τῶν ἑταιρῶν κάλλει διαπρέπουσα, ἀπὸ Θε‐ σπιῶν οὖσα πόλεως Βοιωτίας. 41, 27 Ἀλκιβιάδην] Ἀλκιβιάδης, Ἀθηναίων στρατηγός, ἀνὴρ
15ἀστεῖος τῷ κάλλει καὶ νέος τὴν ἡλικίαν, ὡς καὶ πολλὰς ἐπ’ αὐτῷ ἐκμανῆναι τῶν γυναικῶν. 42, 7 Μιθριδάτης] βασιλεὺς Σκυθῶν. 42, 21 ἐκ Πέλλης] τῆς Μακεδονίας πόλις. 42, 22 ἐν Κυνοσάργει] Κυνόσαργες γυμνάσιον τῆς Ἀττικῆς.
20 42, 24 Δημήτριον] ὁ Δημήτριος οὗτος βασιλεὺς μὲν Μακεδόνων καὶ Ἑλλήνων, ἐμνηστεύετο δὲ εἰς γάμον Ἀθηνᾶν τὴν Ἀθηναίων θεόν, ἐξαχθεὶς ἀλόγῳ οἴστρῳ. 42, 28 Λάμιαν] αὕτη ἐστὶ δι’ ἣν καὶ τὰ πραττόμενα μορμολύκια κατ’ αὐτὴν προσηγόρευται, φοβερὰν τοῖς βρέφεσιν γενομένην· διὰ
25γὰρ τὴν τῶν οἰκείων παίδων ἀπώλειαν ἐφόνα κατὰ τῶν ἀλλοτρίων, οἰστρουμένη φθόνῳ πολλῷ. 42, 29 εὐφήμως εἶπεν. 43, 4 Ἵππωνος] Ἵππων· οὗτος ἐγένετο μὲν τῶν παλαιῶν σοφῶν, ἐνόμισε δὲ θεοὺς μὴ εἶναι, νομίζεσθαι δὲ μόνον ὑπὸ τῶν ἀνθρώ‐
30πων. 43, 25 δεισαλέα] ἀκάθαρτα, παρὰ τὴν δεῖσαν. 43, 30 Βίωνα] ἱστορικὸς οὗτος ἐγένετο.
44, 14 ὁ Πάριος λίθος] ὁ ἄγαν λευκός.313

314

44, 32 ὁ Πυγμαλίων] οὗτος ὁ Πυγμαλίων Κυπρίων βασιλεὺς ἐγένετο. τούτου ἀδελφὸν καταθύει τῷ Διὶ Βούσιρις, Αἰγυπτίων βα‐ σιλεύς. 45, 5 βάραθρον] βάραθρον τόπος Ἀθήνησι χασματώδης καὶ ἄβυσ‐
5σος, εἰς ὃν οἱ κατάκριτοι ἐνεβάλλοντο, ὧν οὐδὲ τὰ σώματα ἔτι ἐφαίνετο. ἦσαν καὶ ἀλλαχόθι κολαστήριοι τόποι, ὥσπερ ἐν Λακεδαίμονι ὁ κεάτας, ἐν Ῥώμῃ δὲ ὁ κάρκαρος. 45, 8 περιστεραῖς προσέπτησαν πελειάδες] ἀλλὰ καὶ Ἀπελλοῦ τῷ
10βότρυϊ τῆς σκιαγραφίας ὄρνις προσέπτη καὶ τῷ ῥάμφει τὴν ῥᾶγα διανοίγειν ἐπειρᾶτο. ἀλλὰ καὶ ἵππον Ἀλεξάνδρῳ τῷ Μακεδόνι γράψας, εἶτα προσαγαγὼν Ἀλέξανδρον μὲν οὐ πάνυ ἐπηγάγετο τῇ γραφῇ, τὸν Ἀλεξάνδρου δὲ ἵππον παραγαγόντες ὡς ἕτερον ἵππον τῇ ἀληθείᾳ τοῦτον εἶχον ἑωρακότα φρυάγματι κεχρεμετικότα πρὸς τὴν εἰκόνα,
15ὅτε καὶ Ἀπελλῆς γραφικώτερον ἔλεγεν Ἀλεξάνδρου τὸν ἵππον αὐτοῦ εἶναι, ἅτε τὸν μὲν μὴ ἐπεγνωκότα δῆθεν ἀτρέμα πρὸς τὴν γραφὴν ἔχειν, τὸν ἵππον δὲ ἐπεγνωκέναι καὶ ὡς πρὸς ἀληθῆ διαγενέσθαι ἵππον. 45, 18 ταῦρον] τὸν ἐπὶ Πασιφάῃ ταῦρον λέγει. 45, 21 μελεδωνοί] ἐπιμεληταί, φροντισταί.
20 45, 22 κοροκοσμίων] κοροκόσμια καλεῖται πλάσματά τινα ἐκ κηροῦ ἢ γύψου νυμφῶν ἢ παρθένων τινῶν ἀναπλαττόμενα, ἅπερ Δωριεῖς μὲν δαγῦδας, Ἀθηναῖοι δὲ κοροκόσμια καλοῦσιν. ἢ τὰ ὑπὸ τῶν κο‐ ρυλλίων νυμφικά. 47, 5 σάτυροι μεθύοντες] ὡς τὸ τοῦ Πριάπου παναίσχιστον
25εἶδος, ὡσαύτως καὶ αἱ τῶν σατύρων ἰδέαι, ἐπεὶ κἀκεῖνοι ἐντεταμένοι γράφονται τὰ παιδουργὰ μόρια, παθόντες τοῦτο, ὡς ὁ μῦθος, μήνιδι Διονύσου τῷ πρὸς αὐτὸν ὁρμητικῶς αὐτοὺς σχεῖν εἰς αἰσχρᾶς Ἀφρο‐ δίτης ἐργασίαν. 47, 10 Φιλαινίδος] γυνή τις ἑταίρα ἐγένετο συγγράψασα ἑταιρικὰ
30σχήματα μίξεων. 47, 13 ἡταίρηκεν] ἠτάκτησεν. 47, 14—16 τοῦτο οὐ νοεῖταί μοι. 47, 28 ἀπατηλόν] τὴν εἰδωλοποιόν. 49, 2 ὁ Ἐλεάτης] Ἐλέα διὰ τοῦ ε πόλις τῆς Ἰταλίας, ἀφ’ ἧς
35ὁ πολίτης Ἐλεάτης· Αἰλέα δὲ ἡ διὰ τῆς αι διφθόγγου τῆς Φωκίδος,
ἀφ’ ἧς ὁ πολίτης Αἰλεάτης.314

315

49, 4 Μεταποντῖνος] Μετάποντος Ποσειδῶνος παῖς, ὃς ἔκτισεν ἐν Ἰταλίᾳ ὁμώνυμον αὐτῷ πόλιν Μετάποντον καλουμένην. 49, 7—10 θαυμαστὸν εἰς ἔλεγχον τῆς ἀνοίας αὐτῶν. 49, 23 Δίνων] Δίνων ὄνομα κύριον.
5 50, 2 Βήρωσσος] ὁ τῆς Σιβύλλας πατήρ, ὡς Ἰουστῖνος ὁ φιλό‐ σοφός φησιν. 50, 6 ὁμολογούντων] ὁμολογείτωσαν οἱ σοφοί. 50, 7 μάγους] ἔθνος οἱ Μάγοι Χαλδαίων. 50, 20 Ἀβδηρίτης] Ἄβδηρα πόλις Θρᾴκης ἀπὸ Ἀβδήρου τοῦ ἐρω‐
10μένου Ἡρακλέους, ἐκεῖ καταβρωθέντος ὑπὸ τῶν Διομήδους ἵππων, οὕσπερ ἵππους ἀνεῖλεν Ἡρακλῆς, καὶ ἀπὸ τοῦ Ἀβδήρου τοῦ ἐρωμένου τὴν πόλιν Ἡρακλῆς κτίσας ὠνόμασεν. τὰ αὐτὰ δὲ καὶ περὶ Πειρίνθου ἱστοροῦνται, ὅτι ἐρώμενος Ἡρακλέους καὶ οὗτος ἐγένετο, καὶ ἀπ’ αὐτοῦ ἐκεῖσε ἀποθανόντος καὶ ταφέντος ὑφ’ Ἡρακλέους ἡ πόλις
15Πείρινθος ἐκλήθη. 51, 10 μορμώ τινα] φοβερίσματα. 51, 17 ὢ πρὸς τῆς ἀληθείας] ὦ ἀθεότης. ἐλλειπτικὸν τὸ σχῆμα τοῦ λόγου. 51, 26ff οἷα περὶ τοῦ μόνου θεοῦ καὶ τῶν Ἑλλήνων οἱ σοφοὶ
20εἶπον, ἀμυδρῶς πως περιδειχθείσης αὐτοῖς τῆς ἀληθείας, εἰ καὶ μὴ συνῆκαν, ἀλλὰ «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν». 51, 30 πρὸς αὐτοῦ] δηλαδὴ πρὸς αὐτοῦ τοῦ θεοῦ, ὦ Πλάτων, εἰπέ, πῶς ἐστιν ἄρρητος ὁ θεός. 57, 14 δυσωπούντων] δυσωπείτωσαν δέ σε.
25 57, 20 μητραγύρται] μητραγύρται, περίπολοι τῆς τῶν δαιμόνων μητρὸς Ῥέας· βάκηλοί τινες καὶ γάλλοι· πολλά τινα τεράστια καὶ ἀπατηλὰ ἐπιδεικνύμενοι καὶ δρῶντες ἑαυτοὺς μιαρὰ καὶ αἰσχρά. (Ρ?) 61, 27 ἐμβατήριον ῥυθμόν] ἐμβατήριος ῥυθμὸς παρὰ τοῖς μου‐ σικοῖς εἶδος μέλους κινητικοῦ πρὸς ᾠδήν, κατεσπευσμένους ἔχον καὶ
30ἐπεμβαίνοντας ἀλλήλοις τοὺς ῥυθμούς, προοιμίου ῥητορικοῦ δύναμιν ἔχον. 64, 12 πλανῆται] πλανώμενοι γὰρ κατὰ τὴν ἔρημον ἐπὶ τεσσαρά‐ κοντα ἔτη διὰ τὴν ἀπιστίαν αὑτῶν, ἐκεῖ τὰ κῶλα αὐτῶν κατέπεσεν, ὥσπερ ἄρα καὶ τῶν ἀσεβῶν τὰ ὀστᾶ διασκορπισθήσεται κατὰ τὴν ἐν
35τῷ Ἅιδῃ ἔρημον· ὁ θεὸς γάρ φησιν· ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ γῇ ἔσεσθε, ὥστε ἐκεῖ αἰνιγματωδῶς ἡ ἀπώλεια τῶν Ἑβραίων γέγονεν.
64, 28 ἐνάλοις] θαλασσίαις πέτραις.315

316

64, 29 γέρων] τὸ «αὐτὰρ Ὀδυσσεὺς ἱέμενός περ καὶ καπνὸν ἀνα‐ θρῴσκοντα ἧς γαίης νοῆσαι, θανέειν ἱμείρεται» παρῳδεῖ. 65, 27 οὐδεὶς Κιμμέριος] φασὶ γὰρ τοῖς Κιμμερίοις (ὑπερβόρειοι δὲ οὗτοι τὴν κατοικίαν) ἡλίου καρκίνον καταλαμβάνοντος ἀειφανῆ
5γίνεσθαι τῷ νυχθημερινῷ διαστήματι, αἰγόκερων δὲ οὐδ’ ὅλως αὐτοῖς φαίνεσθαι ὑπὲρ γῆς, ἀλλὰ τὴν ἡμέραν τοιαύτην εἶναι, οἵαν παρ’ ἡμῖν τὴν πρὸ ἡλίου κατάστασιν τῆς ἡμέρας. 66, 4 ἀντίθεσις παρὰ τῶν ἀπίστων. 66, 6 λύσις τῆς ἀντιθέσεως.
10 69, 1f «μακάριοι», γάρ φησιν, «οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.» «ἀργύριον», γάρ φησιν, «πεπυρωμένον τὰ λόγια κυρίου.» 70, 17 ἀπασχολεῖ] ἀποδιϊστᾷ καὶ ἀπάγει τῆς ἀληθείας. 70, 19 αἰσχύνη] ἥ τ’ αἰσχύνη μέγα βλάβος καὶ τοῖς στερροψύχοις εἴωθεν ἐμποιεῖν ὡς τὰ πολλά· τοὺς τοιούτους γὰρ ἄνδρα φησίν.
15 70, 24 ἀγορεύουσι] διασύρουσι συρφετώδεις ἄνθρωποι καὶ ἐπίρ‐ ρυτοι. 70, 27f τρισκαιδέκατον] οἱ γὰρ παλαίτατοι παρὰ τοῖς ἐμβροντή‐ τοις Ἕλλησι θεοί, εἴ τι Ἡροδότῳ τῷ Ἁλικαρνασσεῖ ἀκουστέον ἐξ Αἰ‐ γύπτου τὸν μῦθον ἐμπεπορευμένῳ, ὀκτὼ πρῶτον ἐξεθειάσθησαν· ἔπειτα
20δεισιδαιμονησάντων Ἑλλήνων δώδεκα πάντες ἐνομίσθησαν. 71, 15 ἡκόντων] ἡκέτωσαν· Ἀττικὸν τὸ σχῆμα τοῦ λόγου ὡς τὸ λεγόντων καὶ γραφόντων καὶ ἱστορούντων. 71, 24ff ἐνταῦθά μοι θέα τὴν θεολογίαν τοῦ μακαρίου ἀνδρὸς καὶ τί φησιν περὶ θεοῦ καὶ ἀνθρώπου.
25 71, 31 ἐπίκαιρον] πρόσφορον ἁρμόδιον τῷ ἀντιτύπῳ ὡς ἄφθαρ‐ τον. 72, 4 κηρῶν] μοιρῶν ὀλεθρίων. 72, 20 ἄπυστος] ὁ ἀδαής, ὁ ἀνήκοος. 72, 32 πλεῖθι] ἀντὶ τοῦ πλεῦσον.
30 73, 5 κατελεῶσιν] διάφορος ἡ συζυγία. καὶ ἐλεεῖς γὰρ καὶ ἐλεᾷς λέγεται. 73, 6f ἀπηρτημένοι] πῶς τῷ ἀπηρτημένοι ἐχρήσατο; ἔδει γὰρ ἢ ἐξηρτημένοι ἢ ἀνηρτημένοι εἰπεῖν. 73, 19 ἅλως] τὸ περὶ τὴν σελήνην ἀχλυῶδες πάθος.
3573, 22 τὴν τῶν πραγμάτων καὶ τῶν παθῶν κενὴν ἀποθέωσιν
Ἑλληνικὴν διασύρων ἐλέγχει.316

317

73, 27 ἀκολοθούντων] ἀκολουθείτωσαν αὐτοῖς. 73, 30 κῆρα] μοῖραν. 74, 7f μανδραγόραν] Δημοσθενικόν. 74, 25—27 χρήσιμος ἡ ἐξήγησις.
5 74, 28f Πλατωνικόν. 75, 5 ἀχώρητος] ἀβάστακτος, ἀφόρητος. 75, 9 πλεονεξίας] πλεονεξίας τοῦ πονηροῦ τὰς ἄλλας αἰσθή‐ σεις λέγει, ἐπεὶ διὰ τῶν αἰσθήσεων ἐπεμβαίνων ἀδικεῖ τὸν ἄνθρω‐ πον.
10 75, 10 ἀφῄρηται] ἀφῄρηται τὴν θέαν τοῦ οὐρανίου κάλλους. 75, 18 σιδήρῳ] ἤτοι τὸ τῆς παιδείας κάλλος μᾶλλον παντὸς ἄλλου καλοῦ προῄρηται. 75, 22 ἐν αὐτῷ] ἐν αὐτῷ τῷ τῆς παιδείας καλῷ καὶ τῷ θεῷ τὴν μακαριότητα πλουτίσας.
15 76, 7 καραδοκοῦντες] παρατηρούμενοι τῶν δικαίων πτέρνας. 77, 6 ἀπηξιωμένα] ἀπεξενωμένα, κεχωρισμένα ἐκ τοῦ ἀπαξιωθῆναι αὐτὰ τῆς τοιαύτης δωρεᾶς. 78, 15—17 ζήτει εἰ ἀσφαλῆ τὸ «προσωπεῖον», τὸ «ἀναπλασάμε‐ νος», τὸ «δρᾶμα», τὸ «ὑπεκρίνετο.»
2078, 26 ὁτὲ] ἀντὶ ποτέ. 78, 27f κομματικά. 78, 30 οἷον] ἢ πόσον ἴσχυσεν ἡ ἡδονή; 79, 1 τοῦτο] τούτῳ τῷ τρόπῳ δηλαδή. 79, 4χερσὶν] χερσὶν ἐπὶ σταυροῦ ἡπλωμέναις.
25 79, 6 ὑπακοῆς] «ὑπήκοος» γὰρ γέγονεν τῷ πατρὶ «μέχρι θανά‐ του» ὁ τοῦ θεοῦ παῖς καὶ υἱὸς ἀνθρώπου διὰ τὸν ἄνθρωπον γενόμε‐ νος. 80, 29 δεξιὰ] παρῳδεῖ τὸ Ἀράτειον. 81, 14 μεμίσθωκεν] ἐξέδωκεν, ἐχαρίσατο.
30 82, 3 μεγαλόκλονος] μεγαλόφωνος. 82, 7 ἀναίμακτον] «οὐ γὰρ πρὸς αἷμα», φησίν, «καὶ σάρκα ἡ μάχη ἡμῶν, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.» 82, 23 σοβεῖν (so P* für σέβειν)] ἀντὶ κινεῖν.
3582, 27 ὁμοζυγούντων] συνερχομένων δηλαδή. 82, 33 λόγος] αὐτός ἐστιν ἀλήθεια, αὐτὸς ἀφθαρσία. τί οὖν φησιν
οὗτος, ζήτησον.317

318

83, 8 ἄκραν] κρημνὸν χαλεπόν. 83, 16 πορνίδιον] τὴν Κίρκην αἰνίττεται. 83, 17 δεῦρ’] αἱ Σειρῆνες τοῦτο πρὸς Ὀδυσσέα φασίν. 83, 22 μηδὲ] Ἡσιόδου.
5 84, 11 δύσαγνον κρεανομίαν] ὠμὰ γὰρ ἤσθιον κρέα οἱ μυούμενοι Διονύσῳ, δεῖγμα τοῦτο τελούμενοι τοῦ σπαραγμοῦ, ὃν ὑπέστη Διόνυ‐ σος ὑπὸ τῶν Μαινάδων. αἱ τοῦ θεοῦ θυγατέρες] τὰς μοναζούσας λέγει. 86, 10 κοινὰ] ἐκ τῆς παροιμίας συλλογίζεται τοῦ θεοφιλοῦς πάντα
10εἶναι τὰ τοῦ θεοῦ, διότι πάντα τοῦ θεοῦ ἐστιν.318

319

(4)

89, 25 ὑμεῖς, ὦ παῖδες, προσέχετε· ἐλλειπτικῶς γὰρ εἴρηται, ἵνα
5προσεχεστέρους ποιήσῃ πρὸς τὴν ἀκρόασιν τοὺς νέους τῇ τῆς ἑρμη‐ νείας δεινότητι. συγκεκρότηται ἡμῖν, ἤτουν παρ’ ἡμῶν, κρηπὶς ἀλη‐ θείας, ἤτοι ὑποβάθρα, ἁγίου ναοῦ μεγάλου θεοῦ. τίς δὲ ἡ κρηπὶς ἀλλ’ ἢ θεμέλιος ἀρραγὴς γνώσεως, προτροπὴ καλή. δι’ ὑπακοῆς εὐ‐ λόγου ζωῆς ἀίδιος ὄρεξις, νοερῷ δηλαδὴ καταβληθεῖσα χωρίῳ.
10 90, 2f ἠθῶν, πράξεων, παθῶν] προηγεῖται τὸ ἦθος τῶν περὶ τὴν ἀνθρωπίνην κατάστασιν ἐνθεωρουμένων, οἷον ἀφορμή τις ὂν σπουδαίων καὶ τῶν μὴ τοιούτων κινήσεων· ἐπειδὴ δὲ τῶν κινήσεων αἳ μέν εἰσιν δράσεις, αἳ δὲ πείσεις, δράσεις μὲν αἱ κατὰ τὸ αὐτοκρατὲς τοῦ ἐν ἡμῖν θειοτέρου, πείσεις δὲ αἱ περὶ τὸ ἀσθενές τε καὶ ὑλικόν,
15εἰκότως νῦν τὸ ἦθος μὲν προτέτακται ἅτε τῶν πράξεων ὑπόθεσις ὄν, ὑποβέβηκε δὲ τὰς πράξεις τὰ πάθη ὡς ῥυθμίζεσθαι πεφυκότα τῷ λόγῳ. 90, 5 ἀπομνύμενοι] ἀντὶ ἀπωσάμενοι, ἀπορρίψαντες. 90, 8ff ὁ προτρεπτικὸς λόγος περὶ τὰ ἤθη ἐνστρεφόμενος, θεμε‐
20λίου ἢ τρόπιδος τάξιν ἐπέχων πρὸς τὴν τῆς εὐσεβείας ἐποικοδόμησιν, ἔχει συλλήπτορα πρὸς τὰς πράξεις τὸν ὑποθετικόν, πρὸς δὲ τὰ πάθη τὸν παραμυθητικόν. τριῶν γὰρ ἐνθεωρουμένων περὶ τὸν ἄνθρωπον, ἠθῶν, πράξεων, παθῶν, ἑκάστῳ τούτων ὁ παιδαγωγὸς λόγος εἷς καὶ ὁ αὐτὸς ὢν τῇ χρείᾳ συσχηματιζόμενος πρὸς βελτίωσιν καταλλήλως
25ἐναρμόζεται τοῖς τρισί, τοῖς ἤθεσι μὲν προτρεπτικῶς, ταῖς πράξεσιν δὲ ὑποθετικῶς, τοῖς δ’ αὖ πάθεσιν παραμυθητικῶς. δι’ ὅπερ, ὅτε τοῖς ἤθεσι σωτηρίως ἐμφιλοχωρεῖ, προτρεπτικὸς ἢ παρακλητικὸς ὀνομάζε‐ ται, ὅτε δὲ ταῖς πράξεσιν, ὑποθετικὸς ἢ θεραπευτικός, ἐπὶ δὲ τὰ πάθη
μεταταττόμενος παραμυθητικός. ἐπειδὰν οὖν πρὸς τὴν μεταχείρισιν319

320

τούτων παρορμῇ, τηνικαῦτα παιδαγωγοῦ χρείαν ὑποδύεται πρὸς βελ‐ τίωσιν παρορμῶν. διὰ μὲν οὖν τῆς προτροπῆς εἰς διάθεσιν ἠθο‐ ποιίας παρακαλεῖ, διὰ δὲ τοῦ ὑποθετικοῦ ὑποθέσεις εἰκονικὰς ἐπεισάγει διὰ τῶν ἐκφράσεων τὸ ἔμπεδον ὑποτείνων τῶν πρὶν πεπλανημένων
5τοῖς ὕστερον· ἀφ’ οὗ καὶ θεραπευτικὸς προσεκλήθη, διὰ δὲ τοῦ παραμυθητικοῦ τὴν διὰ μετανοίας ἐπάνοδον ὁπωσοῦν πρὸς τὴν ἐξ ἀρχῆς ὑποβάλλεται οἰκειότητα· ἔστι δ’ ὅτε καὶ διδασκαλικῶς οὗτος πρόεισιν. οὗ νῦν οὐκ ἔστιν καιρός, ὅτι μηδὲ δογμάτων. 90, 28 ἄμφω] ὁ παρακλητικὸς ἤτοι παραινετικός, καὶ ὁ ὑποθε‐
10τικός. 90, 29 διττόν φησι καὶ τὸ εἰκονικόν, ὡς διὰ τῶν ὑποθέσεων ἤτοι τῶν παραδειγμάτων τὴν ἴασιν ταῖς ψυχαῖς ἡμῶν συμπεραινό‐ μενος. 91, 23 τὸ «σχήματι» οὐ κατὰ τοὺς λήρους φαντασιαστὰς ἀκου‐
15στέον, ἀλλὰ κατὰ τὸν θεῖον Παῦλον, ὃς καὶ αὐτὸς φάσκων «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» τῆς λύμης ἀπαλλάσσει ἡμᾶς τῶν φαντασιαστῶν· προσεπενεγκὼν γὰρ τῷ «σχήματι» τὸ «ὡς ἄνθρωπος» ἔδειξεν ὅτι τῷ ἐναλήθως ἀνθρώπῳ καὶ τὸ σχῆμα ἐπακολουθεῖ. τὸ γὰρ «ὡς» ἐνταῦθα οὐχ ὁμοιωματικῶς, ἀλλὰ βεβαιωτικῶς εἴληπται,
20ὡς καὶ ἐπὶ τοῦ «ὡς ἀγαθὸς ὁ θεὸς τῷ Ἰσραήλ». 92, 8f ἐξήγησις θαυμασία. 92, 15 ἀποψήξασθαι] ἀπὸ τοῦ ψήχω. 92, 16 τὸν λογισμὸν] τὸ λογιστικόν, ὡς περὶ τὴν καρδίαν τὸ θυμικὸν καὶ περὶ τὸ ἧπαρ τὸ ἐπιθυμητικόν.
25 94, 8 παραπαιδαγωγῶν] ἀπὸ τοῦ παιδαγωγῶ ῥήματος. 94, 15 ἔνδον ἐστὶν] παράδοξον μὲν καὶ καινόν, ἀλλ’ οὖν βαθυ‐ τάτης ἐχόμενον σοφίας. 94, 18 δημιουργὸν ἀγαθόν] τὸ ἀπ’ αἰῶνος ἀπόκρυφον μυστήριον τοῦ θεοῦ καὶ πάσῃ κτίσει ἄγνωστον τοῦτο ἦν.
30 ἐπεὶ γὰρ τῇ ἀκαταλήπτῳ αὐτοῦ σοφίᾳ προῄδει τὴν ἐπὶ φθορὰν τοῦδε τοῦ κόσμου ἀπόκλισιν, καὶ ὡς ἀναγκαίως δεῖται ἐπανορθώσεως, ὅτι μηδὲ μάτην τὸ τοσοῦτον ἔργον ὑπέστησεν, οὐκ ἂν δὲ ἄλλως τοῦτο ὑπάρξαι εἰ μὴ διὰ μεταχειρίσεως ἑνὸς τῶν ἑαυτοῦ κτισμάτων, ᾧπερ οἷά τινι χρησάμενος ὀργάνῳ τὸ διαπεπτωκὸς ἐπανορθώσει, προϋπε‐
35στήσατο τὸν ἄνθρωπον ἄξιον τῆς ἑαυτοῦ ἀναπλάσεως ἔργον, δι’ οὗ
τῆς ὑπὲρ λόγον οἰκονομίας αὐτοῦ τὸ βούλημα ἐξετελέσθη.320

321

94, 30 πίστις] ἀντὶ τῶν λεγομένων βεβαίωσις ὁ κύριος. 95, 2 τί μὲν οὖν ὁ παιδαγωγὸς] τὸ ἑξῆς. τί μὲν οὖν ὁ παιδαγω‐ γὸς [καὶ τί] βούλεται καὶ τί ἐπαγγέλλεται ἐνεργεῖν τε καὶ πράττειν κατὰ τὸ ὑποθετικὸν αὐτοῦ μέρος, δι’ οὗ τὰ μὲν τῶν πρακτέων ὑπα‐
5γορεύει, τὰ δὲ τῶν ἐναντίων ἀπαγορεύει, δεδήλωται. 95, 5 τὸ διδασκαλικόν] περὶ τοῦ διδασκαλικοῦ ἤδη προείρηκεν, ὡς δογματικῆς ἐχόμενον ἀκριβείας τὰ νῦν ἀναβαλλέσθω, ὡς εἰσαγω‐ γικώτερον ἄρτι τοῦ λόγου συντελουμένου. 95, 10 παραφυλάττοντας] ἀντὶ τοῦ ὑποπτεύοντας, εὐλαβουμένους,
10ἀσφαλιζομένους πρὸς αὐτὰ ἢ παρατηροῦντας. 96, 11 κοινὸν κτλ.] πιστωσάμενος τὸν λόγον, ὡς ἀδιάφορον ἀνὴρ καὶ γυνὴ πρὸς ἀρετῆς ἐργασίαν (ἄμφω γὰρ ἄνθρωποι ὀνομάζονται· ὧν δὲ κοινὸν ὄνομα, τούτων καὶ ἡ πρᾶξις κοινή), καὶ ἀπὸ Μενάνδρου τοῦ ποιητοῦ τὴν πίστιν αὖθις καταδησάμενος, ὡς καὶ ἐπὶ ἄρρενος
15καὶ θήλεος κοινῶς Ἀττικῶν τὸ παιδάριον κατηγορούντων, πιστοῦ‐ ται τὸν λόγον καὶ ἀπ’ αὐτοῦ τοῦ κυρίου, πρόβατα καὶ ἀρνία τοὺς ἑαυτοῦ πιστοὺς ἀποκαλοῦντος, ἐν οἷς ἄνδρες τε καὶ γυναῖκες κατα‐ λαμβάνονται. 97, 18 μυωπίζει] ὑποκινεῖ. ἢ ἀντὶ τοῦ μαστίζει· μύωψ γὰρ ἡ
20μάστιξ. 97, 22f παιδία καλεῖ] οὐχ οὕτως ἔχει τὸ εὐαγγέλιον· «τὴν γὰρ γενεὰν ταύτην» λέγει «τίνι ὁμοιώσω;» καὶ ἐπιφέρει τὴν τῶν ἀγοραίων παιδίων παραβολήν. 98, 6 ἀρνία] οὐδὲ τοῦτο ἔχει νῦν ἡ κυριακὴ βίβλος· οὐ γὰρ ἀρνία
25λέγει ἐκ δεξιῶν στῆναι, ἀλλὰ πρόβατα. 98, 16 τρυγόνων] διὰ μὲν τῶν περιστερῶν τὸ πολύγονον αἰ‐ νιττόμενος τοῦ γένους, διὰ δὲ τῶν τρυγόνων τὸ ἀζυγὲς καὶ ἀνεπί‐ μικτον πρὸς τὰ μὴ ὁμογενῆ ἔθνη· τοιοῦτο γὰρ καὶ ἡ τρυγών· τοῦ ὁμοζύγου ἀπολωλότος οὐκ ἔστιν ἔτι ἑτέρῳ συζυγῆναι τὸν ἐγκαταλει‐
30φθέντα. 98, 26 ἀζυγεῖς] ἀπὸ εὐθείας τῆς ἀζυγής. 99, 9f Ἀρέθα ἀρχιεπισκόπου. «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶ‐ λον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» πῶλον τὸν νέον λαὸν τῆς κατὰ Χριστὸν πολιτείας καλεῖ, ἄμπελον τὴν ἀπὸ τῆς
35Μωυσέως νομοθεσίας καὶ τῆς ἐκεῖθεν φυτοκομίας ἐπὶ μέγα θεογνω‐ σίας ἐπηρμένην φατρίαν, καὶ ὅτι τοῦτο, ὁ Ἀμὼς Ἡσαΐας καὶ Δαυὶδ
ὁ τοῦ Ἰεσσαὶ ἐχέγγυοι τὸν λόγον πιστώσασθαι, ὃ μὲν «ὁ ἀμπελὼν»321

322

φάσκων «κυρίου οἶκος τοῦ Ἰσραήλ ἐστιν», Δαυὶδ δὲ ὁ τοῦ Ἰεσσαὶ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας». πρὸς ταύτην δὴ τὴν ἄμπελον τὸν ἑαυ‐ τοῦ πῶλον δεσμεύειν τὸ μετὰ χεῖρας λόγιον διαγορεύει τοῦτον ἐκεῖνον, ὃς ἐκλιπόντων τῶν ἐκ τῶν μηρῶν Ἰούδα τὸ ἄρχειν λαχόντων αὐτὸς
5ἐπιστήσεται, ἐθνῶν μὲν ἐσόμενος προσδοκία, οὐ μήν γε τῷ προσδο‐ κίαν εἶναι τοῦτον ἐθνῶν ξενίζουσάν τινα τῆς παλαιᾶς διαθήκης ἐπι‐ συρόμενος δόξαν, ἀλλ’ ὅσον τέως τῆς ἐθνικῆς δεισιδαιμονίας ἐχόμενον, καταπαῦσαι ἐλπίσας, τῶν ἄλλων νομικῶν ἀκριβασμάτων οὐδ’ ἤν τινα εἰς ἀθέτησιν θῆται ἐπιστροφήν. ἀφ’ οὗ γε δὴ καὶ οἱ πρῶτοι
10τῆς κατὰ Χριστὸν πίστεως κήρυκες, ἅτε τῆς Μωυσέως χρηματίζοντες παιδαγωγίας, οὐκ ἐδοκίμαζον χρῆναί τι τῆς παλαιᾶς διαθήκης ὑπὸ τῆς νέας καταργεῖσθαι, οὐ περιτομήν, οὐ σαββατισμόν, οὐκ ἀποχήν τινων βρωμάτων, τοῦτο ἐκεῖνο τὸ πρὸς τὴν ἄμπελον δεσμεῖσθαι τὸν πῶλον ὑποποιούμενοι· καὶ εἶχεν οὕτω γε ταῦτα εἰς ὅπερ Ἰά‐
15κωβος, ὁ τοῦ κυρίου τὸ κατὰ σάρκα ἀδελφός, καὶ Παῦλος ὁ θεῖος ἀπό‐ στολος τῆς πρώτης μὲν θεσμοθεσίας τὸ πολὺ τοῦτο καὶ κεχυμένον τῆς σωματικῆς καθάρσεως καί, εἴ τι περὶ βρωμάτων ἀπόλαυσιν σμι‐ κρολογεῖται τῷ νόμῳ, περιαιροῦσιν· ἐπ’ ὀλιγίστοις δὲ τοῖς πάλαι τὴν ἐθνικὴν ἀποσαλεύειν ἀνῆκαν ὁλκάδα, πορνείας ἐπισχόντες καὶ εἰ‐
20δωλοθύτου καὶ αἵματος καὶ πνικτοῦ, ὅτε καὶ ὁ πρὸς τὴν ἕλικα τῆς ἀμπέλου δεσμεῖσθαι προκαταγγελλόμενος πῶλος εἰς ἔργον ἀφίκετο, ἐξ ἑνὸς τῶν Μωσαϊκῶν προσταγμάτων, τῆς θεολογίας φημί, πρὸς τὴν ἄμ‐ πελον συσφιγγόμενος. ἐξ ὠδίνων γὰρ τῶν Μωσαϊκῶν εἰσηγήσεων μαιευθεὶς τὰ πρῶτα, ὑπὸ κρείττονος αὖθις τῆς ἀποστολικῆς ἐπιγνώ‐
25σεως εἰς φῶς πρόεισι, τῆς κατὰ Χριστὸν δηλονότι ἀφέτου ζυγοῦ νο‐ μικοῦ καὶ ἐλευθέρας ἑλκόμενος πολιτείας. τὸ μὲν οὖν κατὰ τὴν ἄμ‐ πελον λόγιον, ὃ τοὺς πώλους πρὸς αὐτὴν καὶ τὴν ἕλικα ταύτης συνάγειν προὐβάλετο, τοιαύτης καὶ οὐκ ἀστόχως, οἶμαι, τετύχηκε θεωρίας. τὰ δὲ λοιπὰ τούτου, οἷον ἥ τε ἐν οἴνῳ λαμπρυνομένη
30στολὴ καὶ «οἱ χαροποὶ ὀφθαλμοὶ» τοῦ λαμπρύνοντος, προσέτι καὶ οἱ λευκότητι γάλακτος ἀφομοιούμενοι αὐτοῦ ὀδόντες, στολὴ μὲν καὶ περιβολὴ τὸ διὰ φιλανθρωπίαν ἄφατον τοῦ ὑπερουσίου τὸ συγ‐ γενὲς ἡμῖν ἀνειληφότος δηλοῦν βούλεται, ὃ τῇ τοῦ παναγίου πάθους αὐτοῦ ὑπεκθέσει λαμπρυνόμενον, τουτέστιν τῆς ἑαυτοῦ θείας βουλῆς
35ἀποφανθὲν ὑπουργόν. καὶ τούτου δὴ τοῦ θείου πάθους εἰς ἀνάμνη‐322

323

σιν τὴν διὰ ἄρτου καὶ οἴνου μυστικὴν ἡμῖν τελετὴν παραδόντος, τὸν ἄρτον μὲν καὶ τὸν οἶνον εἰς σῶμα καὶ αἷμα ἑαυτοῦ διατυπῶσαι κατη‐ ξιωκότος καὶ ἅτε σπίλου παντὸς ἀνεπάφου τοῦ θείου τούτου σκήνους ἀναδειχθέντος καὶ εἰς ἡμετέρων κηλίδων ἁγνισμὸν ἡμῖν παρασχεθέν‐
5τος ἐπέγνωμεν ἀτρεκέστατα πάντες, ὡς ἡ ἐν οἴνῳ καθαιρομένη στολὴ ἡ διὰ τοῦ πάθους τοῦ κυρίου παραδηλοῦται οἰκονομία, δι’ ἧς τῷ καθαρῷ καὶ λελαμπρυσμένῳ ἐκάθαρε κόσμον ῥυπῶντα. καὶ ὅτι τὸ σωτήριον ἡμῖν πάθος ἐμφαίνειν ἔοικεν ὁ τὴν περιβολὴν οἶνος ἐκπλύ‐ νων, ἡ τῇ γραφῇ συνήθης ἐπαναδίπλωσις ἐμπεδοῖ, μετὰ τὸν οἶνον
10καὶ σταφυλῆς αἵματος διαμνημονεύουσα. ἢ τίνος γὰρ ἄλλου σταφυλῆς ὄντος σταγόνος τοῦ οἴνου, τὸ αἷμα ἐνταῦθα ἡ ἀναδίπλωσις παραβύει; καὶ οὕτω μὲν καὶ ἡ ἐν οἴνῳ λαμπρυνομένη στολή· οἱ δὲ χαροποὶ ὀφθαλμοὶ ἀπὸ οἴνου τίς ἂν ἕτερον ὑπαινίττεσθαι οἰηθείη εἰ μὴ τοὺς διδασκάλους, οἳ τῆς ἀπὸ τοῦ θείου πάθους τρυφῆς ἐνθεαστικώτατα
15τὴν γνωστικὴν ἕξιν ἠκριβωκότες καὶ ταύτῃ σκοπεύειν τῶν μαθητιών‐ των ἀγαθοὺς καὶ κακοὺς κατευμεγεθηκότες κατάλληλόν τε καὶ σύμ‐ μετρον τῇ ἑκάστου δυνάμει τῶν νηπιωδῶς προσιόντων οὐχ ὅπως τῶν γάλακτος δεομένων, ἀλλὰ καὶ τῶν «εἰς ἄνδρα τέλειον τοῦ πληρώματος τοῦ Χριστοῦ» κατηντηκότων ἑτοίμως ἔχουσιν τὴν εὐκατ‐
20έργαστον τροφὴν ἐπιχεῖν. οἱ δ’ αὐτοί μοι δοκοῖεν καὶ εἰς ὀδόντας ἀλληγορεῖσθαι, ἅτε τὴν σωτήριον τροφὴν κατανύοντες ἐκείνου τούτου. οὗ «βρῶμα» καὶ πόμα «ἡ τοῦ πατρικοῦ θελήματος» εὐαρεστεῖται «τελείωσις». 99, 26ff νηπίους ἡμᾶς βούλεται εἶναι καὶ παιδία οὐ τῷ εὐπαρα‐
25γώγους εἶναι τοῖς βουλομένοις καὶ εὐπεριτρέπτους καὶ πρὸς τὰ μικρὰ καὶ χαμαίζηλα εὐπτοήτους, ἀλλὰ τῇ ἀδόλῳ ἁπλότητι καὶ ἀπεριέργῳ, ἀφ’ οὗ καὶ Παῦλος τὸ «μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι.» 102, 14 ᾗ] ἀντὶ τοῦ καθό.
30 103, 6 Δία] οὐχ ὡς ἀποδεχόμενος τὸν Ἕλληνα μῦθον ταῦτα παρατίθησιν τὰ περὶ τοῦ Διός, ἀλλ’ ἵνα δείξῃ. ὅτι καὶ τὰ ὑπὸ Ἑλλή‐ νων πλαττόμενα οὐκ ἔξω λογισμοῦ καὶ τοῦ εἰκότος προφέρεται. 103, 12 παίζων] Γρηγόριος ὁ θεολόγος ἐν τοῖς ἔπεσιν· «παίζει
καὶ λόγος αἰπὺς εἴδεσιν ἐν ποικίλοις.»323

324

104, 25 καὶ τίς ὄνησις ἐκ μακρῶν οὕτως λόγων γεροντόπαιδας δεικνύειν πιστοὺς νέους; 105, 23 φώτισμα] ἐκ τούτου καὶ Γρηγόριος τὸ ἐπώνυμον θεο‐ λόγος ἐν τῷ εἰς τὰ φῶτα λόγῳ κατὰ ταὐτὸν πρόεισιν.
5 105, 32 καὶ σὺ κατὰ τοὺς Ἀρειανοὺς ἀναγινώσκεις; οὐχ ἁρμόζει σοι, λογιώτατε ἀνδρῶν. 106, 9 ὡς γὰρ τὸ θέλημα] ἀντὶ τοῦ σύνδρομον τῇ θελήσει τὸ ἔργον ἔχει. 106, 11 οἶδεν] συμφωνεῖ τοῦτο τῇ τοῦ Ἱερεμίου προφητείᾳ τῇ
10λεγούσῃ· «πάντες αὐτῶν εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως μεγάλου αὐ‐ τῶν.» 111, 12 ἀνάπαυσιν τὴν εἰσαγωγήν φησι τὴν εἰς τὴν ἀγαθὴν γῆν, ἐν ᾗ γάλα ῥεῖ καὶ μέλι. 112, 11 τὸ εἰρημένον παρὰ τῷ ἀποστόλῳ περὶ τῶν ἀρρήτων
15ῥημάτων, ὅτι «ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι», οὐχ οὕτω δεῖ νοεῖν, ὡς τὰ ἀπ’ αὐτῶν δηλούμενα ἐχεμυθίας δεῖται. πῶς γάρ, ὃς πολλὰ τούτων ἔκφορα ταῖς ἑαυτοῦ ἐπιστολαῖς ποιεῖται; μὴ γὰρ εἰς ἀποστό‐ λους τελῶν, ἡνίκα Χριστὸς τῇ καθ’ ἡμᾶς ζωῇ ἐνεδήμει, πῶς φησιν «ἐγὼ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν», καὶ πάλιν
20«περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω»; οὔκουν περὶ τὴν δήλωσιν τὸ ἀνέκφορον τῶν ῥημάτων, ἀλλὰ τὸ οὐκ ἐξὸν τοῦτο παρι‐ στᾶν δίδωσι τὸ μετὰ τοσαύτης ἐξουσίας αὐτὰ καὶ αὐθεντίας εἰρῆσθαι, ὅσης θνητὴ φύσις οὐκ ἂν ἐπήβολός ποτε γένοιτο. πίστις τοῦ λόγου τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον περὶ τῆς τοῦ Χριστοῦ διδαχῆς, ὅτε
25φησίν, ὅτι ἐδίδασκεν τοὺς ὄχλους μετ’ ἐξουσίας, ἀλλ’ οὐχ ὡς οἱ Φαρι‐ σαῖοι καὶ οἱ γραμματεῖς, μετὰ κολακείας δηλονότι. 112, 22 ἔτι τῷ αὐτῷ ἐμφιλοχωρεῖ ῥητῷ διαφόρως ἐξηγούμε‐ νος. 114, 22 μαστοί] ἀντὶ τοῦ οἱ κατ’ ἄνδρα ἐπανεστηκότες, οἱ ὥσπερ
30ἀνδρὸς ὄρθιοι ἐμπεφυκότες. 115, 12 ζήτει, ἐὰν ἀσφαλὴς ἡ ἀναγωγὴ αὕτη. 124, 4 ᾧ φωτίζεται] ἀντὶ ὡς ἐν φωτὶ ὀπτάνεται. 124, 30 τὸ «Ῥουβὴν πρωτότοκός μου» διὰ τούτου βούλεται ἐκκα‐ λύπτειν.
35133, 23 ὀργὴν τὴν νουθεσίαν] οὐ γὰρ πάθος ὀργῆς πρόσεστι
τῷ θεῷ, ἀλλὰ νουθέτησίς ἐστι τοῦτο φιλάνθρωπος. οὐ τοίνυν οὐδ’324

325

εἰς πάθη καταβαίνει θεός· πῶς γὰρ φύσις ἡ ἀπαθής; ἀλλ’ ἀνθρω‐ ποπαθῶς ἐσχημάτισται πρὸς ἀνθρώπους ὑπ’ ἀνθρώπων ἡ τοῦ ἀγαθοῦ θεοῦ δικαιοδοσία φιλάνθρωπος. 140, 29ff ὅτι ὁ φόβος διττός, ἢ μετὰ αἰδοῦς ἢ μετὰ μίσους· μετὰ
5αἰδοῦς ὡς οἱ παῖδες πρὸς πατέρας οἱ σώφρονες καὶ πολῖται ἀγαθοὶ πρὸς ἀγαθοὺς ἡγεμόνας καὶ ἡμεῖς πρὸς θεόν· ἢ μετὰ μίσους ὡς δοῦλοι πονηροὶ πρὸς δεσπότας καὶ δαίμονες πρὸς θεόν. διττὸς ὁ φόβος, ὃ μὲν προκαταρκτικός, ὁ καὶ ἐπιστρεπτικός, ὡς ὁ τῶν ἐξ ἁμαρτίας φόβῳ τῶν κολάσεων ἐπιστρεφόντων, ὃ δὲ τελειωτικός,
10περὶ οὗ φησι καὶ Δαυίδ· «φοβήθητε τὸν κύριον πάντες οἱ ἅγιοι αὐ‐ τοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.» 141, 29 καὶ πατὴρ] ὕποπτον ἐνταῦθα τὸ πατήρ, ἐὰν ἐπὶ τῷ λόγῳ καὶ υἱῷ νοῆται· ἔοικε γὰρ συνεισάγειν αὐτὸν τοῖς ὕστερον καὶ ἐν χρόνῳ καὶ κτιστοῖς.
15 ταῖς σημειομέναις (sic) λέξεσιν, εἰ μὴ παραλλάξας ὡς τὸ πρότερον, ἀλλὰ τῇ αʹ, τῇ· βʹ γʹ δʹ, τῇ εʹ συνάψας, τὸ ὕποπτον διορθώοις. 142, 17 τὸ μὲν καλὸν τοῦ ἐγκωμιαστικοῦ] ἐκ τῶν βʹ τῆς ῥη‐ τορικῆς εἰδῶν, τοῦ τε ἐγκωμιαστικοῦ καὶ τοῦ συμβουλευτικοῦ, τοῦ μὲν τὸν ψόγον, τοῦ δὲ τὴν ἀποτροπὴν λαβών, τὸ ἐξ ἑκατέρου στῦφον
20ἐπιμιγνὺς καὶ εἰς κώλυσιν ἁμαρτίας τιθεὶς διὰ τοῦ καλοῦ καὶ συμφέ‐ ροντος τὸ γʹ τῆς ῥητορικῆς τοῦ δικανικοῦ ἀποδείκνυσι τέλος τὸ δίκαιον, ὅτι ἀγαθόν, καὶ αὖ πάλιν ἐκ τῶν αὐτῶν εἰδῶν ἔπαινόν τε καὶ προτροπὴν εἰληφώς, ἐκ τοῦ τέλους αὐτῶν, τοῦ τε καλοῦ καὶ συμ‐ φέροντος, τὸ τοῦ τρίτου εἴδους συνάγει δίκαιον, ὅτι καὶ ἀγαθόν.
25 ῥητορικῶν εἰδῶν ἐξέτασις, ὅτι τὸ μὲν συμβουλευτικὸν περὶ τὸ συμφέρον ἐστίν, τὸ δὲ ἐγκωμιαστικὸν περὶ τὸ καλόν, ἄμφω δὲ ταῦτα τοῖς τελικοῖς συναριθμεῖται. 143, 21 καὶ πῶς ὁ Νύσσης Γρηγόριος ἐν τῷ εἰς τὴν κυριακὴν εὐχὴν αὐτοῦ ἐξηγητικῷ τοὺς ἁμαρτήμασιν ἐνισχημένους λέγοντας τὸ
30«πάτερ ἡμῶν» μὴ τὸν ἀγαθὸν ἐπικαλεῖσθαι πατέρα, ἀλλὰ τὸν ἀντι‐ κείμενον λέγει; ὁ μὲν Νύσσης τὸν ἐνεργοῦντα τὴν ἁμαρτίαν λέγει, οὗτος δὲ τὸν παυσάμενον καὶ μετανοοῦντα, καὶ καλῶς καὶ οἱ δύο ἔργαψαν. ὅτι καὶ μὴ ἐπιστρέφοντάς τινας χείλεσι μόνοις πατέρα καλεῖν
35τὸν θεὸν καὶ μὴ ἐξ ὅλης τῆς καρδίας.325

326

145, 19 συκοφαντοῦσί] εἰς Ἐπίκουρον ἀφορᾷ. αὐτὸς γὰρ οὕτως φησίν· «τὸ μακάριον οὔτε αὐτὸ πράγματα ἔχει οὔτε ἄλλοις παρέ‐ χει.» 146, 1 ἀρετὰ γὰρ ἐπαινεομένα] ταύτῃ τοι καὶ τὸ τοῦ Γρηγορίου
5τοῦ θεολόγου ῥητὸν ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον ἐπιταφίῳ ἑρμη‐ νετέον· «ἐκείνοις θ’ ἅμα μὲν ἡδονὴ γένοιτο». τοῖς τῆς ἀρετῆς δηλο‐ νότι ἐπαινετοῖς, «καὶ ἅμα παράκλησις εἰς ἀρετὴν ὁ λόγος· ὧν γὰρ τοὺς ἐπαίνους οἶδα, τούτων καὶ τὰς πρὸς ἀρετὴν ἐπιδόσεις ἐπίσταμαι πάν‐ τως» καὶ τὰ ἑξῆς ὁμοίως.
10 146, 4 ἐκ τῶν χρυσῶν λεγομένων ταῦτα ἐπῶν. 148, 24 ζήτει, εἰ ὀρθὸν τὸ «κατ’ εἰκόνα καὶ ὁμοίωσιν» ἐπὶ τοῦ υἱοῦ. 148, 24 ζήτει, εἰ ἀπλημμελῆ ταῦτα. 151, 30f ἡ σφαῖρα] τὴν παιδιὰν λέγει, ἣν ἀπόρραξιν φασίν.
15 153, 18 Ἐχομένοις] τὰ ἐνταῦθα περὶ τροφῆς σπουδαῖα πάντα καὶ χαριέστατα κατά τε φράσιν καὶ ἔννοιαν καὶ τοῖς φιλοκόμψοις χρή‐ σιμα. 154, 9 προὐργιαίτερον] προτιμότερον, ἀναγκαιότερον. 157, 11f ὥσπερ, φησίν, τὴν ἀγάπην ἀνάξιον ἀπ’ οὐρανοῦ ἐπὶ τοὺς
20ζωμοὺς κατασπᾶν, οὕτως καὶ τὸ δεῖπνον μάλιστα τὸ πολυτελὲς εἰς τὴν ἀγάπην μεταλαμβάνειν. 160, 13ff καὶ κατὰ τὴν ἔννοιαν πανσόφως καὶ κατὰ τὴν φράσιν ὡραίως ἄγαν πέφρασται τὸ χωρίον. 161, 23 ἀπηρτημένος] ἀντὶ ἀποκρεμάμενος.
25 162, 2f χρήσιμον καὶ ἡδὺ τὸ χωρίον. 163, 5 στρωμνὴν] ἐκ τούτου δῆλον ὡς οἱ παλαιοὶ ἐπὶ στιβάδων εὐωχοῦντο ἀνακείμενοι· ὃ νῦν ἐπὶ τῶν ιθʹ ἀκουβίτων διατηρεῖται μόνων. 163, 26 ἀπόχρη] τὸ ἑξῆς· ἀπόχρη δὲ συγχρωμένων ἡμῶν εἰς τὸ
30προκείμενον τοῖς ἄνθεσιν ὑπόμνησις οὐκ ἀπᾴδουσα τοῦ λόγου, ὅπερ ἤδη πεποιήκαμεν. ἀνθέων δὲ ἐμνήσθη οὐκ ἀκαίρως, ἀλλ’ ἐπειδὴ προϊὼν φυτῶν ἔμελλε καὶ πηγῆς καὶ ἀρδείας ὑπενεγκεῖν χρείαν, εἰ‐ κότως προείληφεν καὶ τὸ ἀπὸ τῶν φυτῶν ἀναφυόμενον ἄνθος. 164, 9 ἐκκλητικός] ἀντὶ τοῦ προσκλητικός. εἴληπται δὲ ἀπὸ τῶν
35ἐκκλητευόντων.
164, 19 πολυτέλεια] πλοῦτος.326

327

164, 23 βολβοί] πάτερ, οἷον ἔπος σε φύγεν ἕρκος ὀδόντων. τί γὰρ βολβῶν εἰς πέψιν δυσαλωτότερόν τε καὶ ἀκατεργαστότερον βρῶμα; 165, 13 ὅτι ἡ εὐδαιμονία ἐν χρήσει ἀρετῆς ἐξετάζεται. οὕτως δὲ
5καὶ Ἀριστοτέλης ἐν τοῖς αὐτοῦ ἠθικοῖς. 166, 19 f βαβαί, ὅσου τοῦτο ἄξιον τοῖς νάνοις παράγγελμα· εἰ μέλ‐ λοιεν εὐαυξῆ τὴν τοῦ σώματος ἕξιν ἀναδρομήν, τάχα κεν καὶ εἰς ὁλόκληρον μῆνα παρατείνειαν τὴν ἀπαστίαν, μόνον εἰ ἐπ’ ἀληθείας τεύξοιντο ἡλικίας.
10 167, 7 σώφρων] τὸ ἑξῆς οὕτως· οὐδ’ ἂν μελήσαι σώφρων ποτὲ γενέσθαι ὁ χρώμενος αὐτῇ· ἔστι δὲ καὶ ἀντίπτωσις τὸ σχῆμα, εὐθεῖα ἀντὶ δοτικῆς· ἀντὶ γὰρ τοῦ εἰπεῖν τῷ χρωμένῳ εἶπεν ὁ χρώμενος· πρόδηλον γὰρ ὅτι τὸ μέλει δοτικῇ συντάσσεται. 167, 16 Οἴνῳ] ὅμοια τοῖς ὄπισθεν περὶ τῆς τροφῆς καὶ τὰ περὶ
15τῆς πόσεως τὰ ἐνθάδε κομψείας τε πλήρη καὶ τῆς ἄλλης ὡς ἐν λόγοις φιλοτιμίας, καὶ ἔοικε παρατεθεῖσθαι τοῖς φιλολόγοις καὶ φιλοκάλοις τράπεζα κεκαρυκευμένη τὰ τοιαῦτα περὶ βρωμάτων καὶ πόσεων λογο‐ γραφήματα. 168, 11 τοὺς αὐστηρὸν] τοὺς ἀσκητὰς λέγει καὶ τὴν πρακτικὴν
20μετιόντας φιλοσοφίαν. 168, 28 ἀντιφάρμακον] τὸ ὕδωρ λέγει. 170, 3 ἵλεω] ἱλαρόν. 170, 22 Θηβαῖος] Πίνδαρον λέγει. 171, 25 ἀμφορεῖς] τὰς σχοίνους λέγει καὶ τὰ καλῴδια, οἷς οἱ ἀμ‐
25φορεῖς ἀνέλκονται. 174, 14 αὐγὴ] Ἡράκλειτος. 174, 24 ἀνθοσμίας τις ἄλλος] Φαλέρνος. 174, 27 οἱ βασιλεῖς] ἱστορεῖ τοῦτο Ἡρόδοτος περὶ τῶν Περσῶν βασιλέων καὶ ἄλλοι πολλοί.
30 177, 21 ὅμοια τοῖς προλαβοῦσιν εἰς χάριν λόγων καὶ ταῦτα. 177, 27 Θηρίκλειοί] Θηρίκλειοι ἀπὸ Θηρικλέους τοῦ ἐφευρόντος, Ἀντιγόνιοι ὁμοίως, κάνθαροι ἀπὸ τοῦ σχήματος, λαβρώνιοι ἀπὸ τοῦ σχήματος, λεπασταὶ ἀπὸ τοῦ σχήματος, ψυκτῆρες ἀπὸ τοῦ σχή‐ ματος.
35177, 28f ἐκπωμάτων εἴδη· Θηρίκλειον, τὸ σφαιρικῷ τῷ πυθμένι τὸ
ἐπικείμενον ἔχον χωνοειδές, ἀφ’ οὗ πιεῖν ἔστιν εὐπετές· Ἀντιγόνιος, ἡ327

328

ἄνευ τοῦ σφαιροειδοῦς πυθμένος εἰς ὀξὺ ἀπολήγουσα· κάνθαρος, τὸ λεκανοειδὲς μέν, ἄνωθεν δὲ ὁμοίῳ πώματι ἐπεσκεπασμένον, στομίῳ συμμέτρῳ κατὰ μέσον ἀνερρωγός, καὶ πρὸς ἄκρῳ τῆς περιφερείας προχοΐδι, ἀφ’ ἧς πιεῖν ἔστιν, διοιγόμενον· λαβρώνιος, ἀσπιδοειδὲς
5ἔκπωμα, ἀφ’ οὗ ἔστι λάβρως ἐμφορηθῆναι τὸν πίνοντα· λεπαστή, χυτροειδὲς ἔκπωμα, ἐπωτίδι μιᾷ τὸ εἰλῆφθαι παρεχομένη· ψυκτήρ, κυλινδρικοῦ σχήματος ἀποτομή, κάτωθεν κιονίδι ἐπὶ πρίσματι κυλιν‐ δρικῷ ἑδραζομένη, ἀφ’ οὗ καὶ ἑστάναι καὶ μεταχειρισθῆναί ἐστιν αὐτῇ πρόχειρον· προχοΐς, ἡ καὶ οἰνοχόη, σφαιρικόν τι σκεῦος, ἐπωτίδι μιᾷ
10καὶ αὐλίσκῳ ἐνεσκευασμένη, ἀφ’ ὧν τῇ μὲν ἐπωτίδι λαμβάνεται, τῷ δὲ αὐλίσκῳ τὸ τεθησαυρισμένον ὑγρὸν ἀποκρίνειν ηὐτρέπισται. 178, 8f αἰσχύνομαι καὶ λέγειν] αἰσχύνομαι καὶ λέγειν· τὰς λεγο‐ μένας ἀμίδας φησίν, αἵτινες οὔρου καὶ ἀφόδου εἰσὶ δοχεῖα.
15 179, 29 ἐπωψᾶτο] ἀντὶ τοῦ εἰς ὄψον ἐχρήσατο. 179, 30 σαβάνῳ] σαβάνῳ περιζωσάμενος ἀντὶ λεντίῳ. 180, 28 ἀμίδας ὑελᾶς] εἰ μὲν τρυφῆς χάριν, καλῶς· εἰ δὲ ἀναγκαίας χρείας καὶ διὰ νόσον, ὡς ἂν διαγινώσκοιτο τῷ ὑάλῳ τὸ νόσημα, οὐκ εἰκότως ἐπεσκώψας.
20 181, 15 Ἀπέστω] ἀντὶ ἐξιστάσθω, ἀναχωρείτω. 181, 17 ἄλυς] ἀσχολία, μέριμνα. 181, 22 ἀλύοι] ἀλύοι ἀντὶ τοῦ ἐνευκαιρεῖ, ἐμμέριμνός ἐστιν, διὰ φροντίδος ἔχει, ἐνασχολεῖται. 182, 11f ἱππόθορον] εἶδος αὐλήματος παροξυντικὸν ἵπποις εἰς
25ὀχείαν. 182, 29 ἀλαλαγμοῦ] Ἀρέθα· ἀλαλαγμὸς ἡ ἐπινίκιος εἴρηται βοή. τοῖς οὖν καθυπερτερήσασι τῶν σαρκικῶν ἀκαθαρσιῶν ἀκολούθως ὁ ἀλαλαγμὸς ἐπακολουθεῖ. 183, 27f ἐντεῦθεν οὐδὲ τὰς ἐμμελεῖς ᾠδὰς ἡμῶν καὶ τοὺς μετὰ
30συμφωνίας ὕμνους ἐξουθενητέον. 186, 3 κιχλισμὸς] κιχλίζουσι μὲν γυναῖκες, καγχάζουσι δὲ ἄνδρες. 188, 21 ἐν τοῖς ὀνόμασιν] ὧν γάρ τις οὐκ αἰσχύνεται τοὺς λόγους, τούτων πολλῷ δήπουθεν οὐδὲ τὰ ἔργα.
35 189, 1 ὡς ἄρα οὔτε] τοιοῦτό τι διὰ τούτων δηλοῦν βούλεται· ὡς οὐκ ἐν τοῖς ὀνόμασι τῶν μελῶν ἡ αἰσχρότης ἐνθεωρεῖται, οὐδὲ γὰρ ὁ μηρός, φέρε, οὐχ ἡ κνήμη αἰσχρόν τι παρεμφαίνει διὰ τοῦ ὀνόματος,
ὡς οὐδὲ τὸ στόμα, οὐχ ἡ γλῶσσα, οὕτως οὖν οὐδὲ τὸ αἰδοῖον, ἀλλ’,328

329

εἰ σκοπεῖν ἀκριβῶς χρή, καὶ σεμνότης τῷ ὀνόματι ἐπακολουθεῖ, αἰδοῦς ἄξιον ἀποφαίνουσα τὸ καθ’ οὗ τοῦτο τέθειται· οὕτω γὰρ καὶ τὸν πατέρα καὶ τὸν ἄλλῳ τινὶ κρείττονα· ἀφ’ οὗ καὶ ἡ παρ’ Ὁμήρῳ Ἑλένη τὸ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ» ἀναβοᾷ· οὔκουν ἐν τοῖς ὀνόμασι
5τὸ αἰσχρόν, ἀλλ’ ἐν τῇ παραλόγῳ χρήσει ἐνθεωρεῖται, ὡς κἀν τῷ στόματι κἀν τῇ γλώσσῃ τὰ σαπρὰ ἀναμάττουσι καὶ δυσώδη. 190, 11f συμμετακλιθῇς] οἷον ἐν δείπνῳ μὴ συνανακλιθῇς· ἐπ’ ἀγκῶνι δέ, ὅτι μὴ ἐκάθιζον, ἀλλ’ ἐπ’ ἀγκῶνι ἐπικλινόμενοι εὐωχοῦντο ὡς ἐν τοῖς λεγομένοις ἀκουβίτοις.
10 191, 8 μὴ οὐράγει] ἀντὶ μὴ ἔσχατος ἀνίστασο· οὐραγία γάρ ἐστιν ἡ ἐφυστερίζουσα τάξις. 192, 5f σιγὴ μὲν γὰρ] ἀφ’ οὗ καὶ τὸ «γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει» εἴρηται. 192, 12 γεγωνὸς] οἱονεὶ τὸ μεγαλόφωνον, ἀφ’ οὗ καὶ γεγωνίσκειν
15εἴρηται τὸ μεγαλοφωνεῖν. 193, 4 μὴ δευτερώσῃς] καὶ πῶς ἡ τοῦ Σαμουὴλ Ἄννα πολλάκις τὰ αὐτὰ τῆς εὐχῆς ἐπαναλαμβάνει, ἀλλὰ καὶ ἡμεῖς πολλάκις τὸ «κύριε ἐλέησον» λέγοντες οὐκ ἀδόκιμοι κρινόμεθα· ἀλλ’ οἶμαι μὴ τοῦτο παραγ‐ γέλλειν τὸ λόγιον, ἴσως δὲ ταῦτα· ὧν ὑπεσχόμεθα θεῷ, εὐθέως ἐκ
20προσευχῆς αὐτῆς ἐκτελεῖν, καὶ μὴ ἀναμένειν ἐκ δευτέρου τὴν αὐτὴν ὑπόσχεσιν ποιεῖσθαι, ὡσπερεὶ μέγα οἰομένους τὸ ἐν λόγοις τὴν χάριν ἀποπληροῦν καὶ τῇ παρολκῇ τοῦ ἐπιτελεῖν τὸ γαῦρον ἐπιφαίνειν τοῦ ἀνυπάρκτου ἤθους. 194, 2 ἧσεν] ἀντὶ εὔφρανεν.
25 195, 15 ὤζεσέ] ἀντὶ τοῦ εὐωδίασεν. 196, 9 βρένθιον] βρένθιον ἀπό τινος ἄνθους ἡδέος· μετάλλιον ἀπό τινος Μετάλλου, οὕτω καλουμένου, ὃς καὶ εὗρεν· πλαγγόνιον ἀπὸ Πλαγγόνος τῆς ἐφευρηκυίας. 196, 13 βακκάρι] εἶδος μύρου βαρβαρικοῦ.
30196, 23 τινες] εἰς Πλάτωνα αἰνίττεται. 197, 22 νοούντων] ἀντὶ νοείτωσαν. 197, 24 παραδεχέσθων] ἀντὶ παραδεχέσθωσαν. 198, 8 πολλοῦ τοίνυν] πῶς ἐχρήσατο τῷ πολλοῦ δεῖ; ἀντὶ γὰρ
τοῦ μάλιστα, οἱονεί· μάλιστα γὰρ δεῖ.329

330

198, 22 μυραλοιφεῖν] μυραλοιφεῖν μύρῳ χρίεσθαι. 200, 15f στέφανον μὲν γυναικὸς] ἀλλὰ καὶ ἀνδρὸς τὴν γυναῖκα «γυνὴ γὰρ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς», ἡ γραφὴ λέγει. 200, 23ff ὁ κιττὸς ἐμψύχει· ἡ καρύα καρωτική, ὡς καὶ τὸ ὄνομα
5δηλοῖ· ὁ νάρκισσος νάρκην ποιεῖ καὶ τοῦτο σημαίνει τοὔνομα. 201, 9 τὸ ῥόδον παρὰ τὸ πλεῖστον τῆς ὀδμῆς ἀφιέναι ῥεῦμα ὠνό‐ μασται· ἐντεῦθεν καὶ διαφορούμενον ταχέως μαραίνεται. 201, 28 ἀμεριμνίας ὁ στέφανος] οἶμαι καὶ τοῖς γαμοῦσι καὶ τοῖς ἀθλοῦσι ἀμεριμνίας δίδοσθαι τὸν στέφανον σύμβολον, τοῖς μὲν ἀφρο‐
10δισίου φροντίδος, τοῖς δὲ καμάτων καὶ πόνων γυμναστικῶν. 202, 26ff Κλήμης σοφός γε τοῖς λόγοις καὶ τοῖς τρόποις. 203, 17 ὁ βάτος ἀρσενικῶς. 204, 10 πολυωρεῖ] φροντίδος πολλῆς ἀξιοῖ, ἐπιμελεῖται, φυλάσσει.
15 204, 21f γαυνάκας] εἶδος παχέος ὑποστρώματος, ὅ τινες καὶ καυ‐ νάκας φασίν, ἐγκειμένου τοῦ νάκους τῷ ὀνόματι, ἵν’ ᾖ γηνάκας. τὸ ὑπὸ γῇ διὰ παχύτητα ἐπιστρωννύμενον. 204, 25 πτίλων] τὴν τύλην λέγει. 207, 6 παλιγγενεσίου οἰκονομίας] οἱονεὶ τὸ νομίζειν οὐ διὰ ἀσέλ‐
20γειαν τὰς θυγατέρας τῷ πατρὶ ἐπιμανῆναι, ἀλλὰ διὰ ἀπόγνωσιν ἀν‐ δρὸς ἑτέρου, ἐπεὶ ἑωράκεισαν πυρποληθεῖσαν τὴν πόλιν, καὶ ὡς οὐκ ἐνὸν ἔτι ἀνδρὶ χρήσασθαι πρὸς τεκνογονίαν, πάντων ἄρδην ἀποτε‐ φρωθέντων, εἰ μὴ τῷ πατρί, δι’ οὗ ἡ τοῦ γένους τοῦ ἀνθρωπίνου διαδοχὴ διατηρηθείη· οὐκ ἀσελγείας οὖν ἕνεκεν ἡ πρὸς τὸν πατέρα
25διὰ τοῦ οἴνου τῆς ἀταμιεύτου ἐπιδόσεως πρὸς συνουσίας ἐπίρρωσις ὄρεξιν, ἀλλὰ τεκνογονίας ἔφεσις. 207, 18 ἄλυες] ἄλυες οἱονεὶ ἐκλύσεις καὶ πρὸς τὸ δέον ἀροσεξίαι.
29208, 22 ἀφόδευσιν] τὸ τὴν κόπρον ἀποχετεῦον μέρος φησί.
30 208, 23 παιδεραστίας] ἐπιτευκτικώτερον οἶμαι συμβολικῆς ἐμφα‐ νείας τὸ διὰ τὴν δειλίαν ἀπαγορεῦσαι τὴν τοῦ λαγὼ ἐδωδήν, ἐπεὶ κατάφοβον τὸ ζῷον, μὴ χρῆναι τὸν εἰς θεοῦ καταλεγέντα παράταξιν εὐπτόητον εἶναι καὶ τοῖς τυχοῦσιν τῶν ἐπερχομένων ἐκδειματούμενον.
35 ἐγὼ δὲ τὸ γεγραμμένον οἶμαι, ἀλλ’ οὐ τὸ παραγεγραμμένον, πολλῷ, εἰ δεῖ τοῦτο εἰπεῖν, ἐπιτευκτικώτερον καὶ τῇ ὑποθέσει ἀκο‐
λουθότερον.330

331

βαθὺ τὸ νόημα καὶ κακόζηλον· παρατροπὴ γάρ. 209, 6 παταγητικὸς] οἱονεὶ καταπεπτωκὼς τὴν λιγυφωνίαν. 209, 17—25 ὡραῖον ἄγαν τὸ χωρίον καὶ τῇ φράσει ἐξηνθισμέ‐
5νον. 210, 6f αἵ τε γὰρ θήλειαι] οὐκ ἀλλήλας βαίνουσαι δηλαδή, ἀλλὰ τοῖς ἀνδράσιν οὕτω παρέχουσαι ἑαυτάς· οὕτως Ἀναστάσιος ἐν τῶ εἰς τὴν πρὸς Κορινθίους ἐξηγητικῷ. 211, 2 δικρόαν] διπλῆν.
10 211, 17 περᾶν] οὐ πειρᾶν, ἀλλὰ περᾶν, ἀφ’ οὗ καὶ τὸ περαίνειν· ἐμφαντικώτερον γὰρ τὸ περᾶν τοῦ πειρᾶν πρὸς τὸ τῆς λαγνείας αἰσχρόν. 212, 4 φιλόσοφος] Σολομῶντά φησιν. 212, 11—13 Πλάτωνος.
15 213, 10 μεμυκότι τῷ στόματι] ὡραῖον εἰς ἀπόδειξιν σωφροσύνης τοῦτο ταῖς κυούσαις. 213, 12 περὶ τὴν παιδοποιίαν] ταύτῃ φασὶ καὶ τὰς τῶν γυναικῶν ἀνδρομανεῖς τῷ συνεχεῖ τῆς παιδοποίας σωφρονέστερον διατίθεσθαι, ἀμβλυνομένης τῆς ἐπιθυμίας τῷ κατακόπῳ τῆς φύσεως, ὃς ἐκ τῶν
20τοκετῶν πέφυκε γίγνεσθαι. 214, 3 ἐπίτασιν τῆς ὁμιλίας] οὐ περὶ τοῦ νομίμου γάμου λέγει, ἀλλὰ περὶ τῆς ἀφέτου καὶ πορνικῆς ὁμιλίας· ὁ γὰρ νόμιμος θραύει τῷ συνοικεῖν τῆς ἐπιθυμίας τὸν οἶστρον, καὶ ταύτῃ σωφρονεῖν κατε‐ πείγει· τὸ γὰρ εἰς ἐξουσίαν προκείμενον ἀργὴν δείκνυσι τὴν ἐπιθυμίαν
25καὶ νωθεστέραν τὴν μεταχείρισιν εἰς ἀπόλαυσιν. 214, 6 τῶν ἐν ἀσκήσει σωμάτων] τοὺς παγκρατιαστάς φησι. 214, 9 Ἀβδηρίτης] Δημόκριτον λέγει. 214, 18 ἀστεῖος οὖν μάλα] Πλάτωνος ἐκ τοῦ πρώτου τῆς Πολι‐
30τείας. 216, 1 εὖ γοῦν τις εἰρηκέναι] Ἐπίκουρος· οὗτος ἐν τῷ ἐπιγε‐ γραμμένῳ Κύριαι δόξαι, ἤτοι Ἐπικούρου φωναί, ταῦτα καὶ ἕτερα λέγει τοιαῦτα. 216, 4 γυνὴ μισθία ἴση σιάλῳ] καὶ Σολομῶν· «τιμὴ πόρνης ὅση
35καὶ ἑνὸς ἄρτου.»331

332

216, 17f ὁ ἑταιριζόμενος αὐτόν] ὁ κατακόρως χρώμενος τῇ ἑαυ‐ τοῦ γαμετῇ· εἰ οὖν τὸ κατακόρως χρᾶσθαι μοιχεύειν ἐστίν, τί ἂν εἴη τὸ πρὸς πολλὰς καὶ κατὰ ταὐτὸν τὸ ἀσελγὲς ἐπιδείκνυσθαι; οὐκ οἶμαι τυγχάνειν ὀνόματα κακίας. διά τοι τοῦτο οὐ τῶν πάνυ κατεγνω‐
5σμένων τῷ μὴ τέλεον σωφρονοῦντι νομίμῳ χρῆσθαι γυναικί, ἑνὶ πε‐ ριείργοντι προσώπῳ τὸ τῆς ἐπιθυμίας ἀνύποιστον. τὸ τῆς ἀθεμιτογαμίας περιστέλλοντός ἐστι ταῦτα, οὐκ ἐοικότα οὐμενοῦν τοῖς προτέροις σοφίσμασι χεῖρον αἱρέσεως φιλοσοφοῦσι τὸ περὶ τὸν δʹ γάμον ἀδιαφορεῖν, εἴ σοι πρὸς ἀοριστίαν ὁ σκοπὸς τῶν
10γάμων ὁρᾷ· εἰ δὲ πρὸς ἓν καὶ νόμιμον, οὐκ ἔξω τοῦ βʹ ἢ καὶ τοῦ τυχόντος μὴ νομίμου γʹ ὁ γάμος εἱρχθήσεται, καὶ ποία λοιπὸν ἡ ἑνὸς τούτων πρὸς πολλοὺς σύγκρισις καὶ τῆς σοφῆς σου ταύτης νομοθεσίας ἡ περίστασις. 217, 4 ὁμολογούντως] ἀντὶ ὁμολογουμένως.
15 217, 12 μὴ δὴ ἅμα] Ἡροδότου τοῦτο «ἅμα δὲ κιθῶνι ἐκδυομένῳ ἀποδύεται καὶ τὴν αἰδῶ γυνή.» 218, 12 ἐπιτέτραπται τῷ γήμαντι] συμφώνως τοῦτο τῷ τοῦ θείου Παύλου «βούλομαι νέας χήρας γαμεῖν, οἰκοδεσποτεῖν». 220, 12 κρωβύλον] τούτου μέμνηται τοῦ κρωβύλου καὶ Θουκυδί‐
20δης ἐν προοιμίοις τοῦ αʹ Πελοποννησιακῶν. ἐμπλοκῆς δὲ εἶδος ὁ κρωβύλος ἀπ’ ἄκρων τριχῶν τοὺς πλοκάμους πρὸς κορυφὴν ἀνατεί‐ νων· εἶτα εἰς ὀξὺ ταύτας συνάγων χρυσῷ τέττιγι τετρημένῳ τὰς τρίχας ἐσφηκοῦτο, πρὸς τὸ συνεχομένας μὴ πάλιν διαρρεῖν πρὸς τὸ κάτω.
25 221, 3 ὅρα μὴ οὐκ ἄλλη] παρὸ εἴρηται τὸ
ἄλλος γυναικὸς κόσμος, ἄλλος ἀρρένων. 221, 9 κρύπτειν ὄμματα] τοῦτο μεταπεποίηται ἀπὸ τοῦ τραγικοῦ· ἐκεῖ γὰρ οὕτως εἴρηται· «ἡ δὲ καὶ πεσοῦσα πολλὴν πρόνοιαν παρέσχεν κοσμίως πεσεῖν,
30 κρύπτους’ ἃ κρύπτειν ὄμματ’ ἀρρένων χρεών.» 221, 19 στήμων] τὴν μετάξην (sic) λέγει. 221, 25 ὡραίως ἄγαν πέφρασται.
222, 3 ἐσθήσεσι] ἀπὸ εὐθείας τῆς ἡ ἔσθησις.332

333

222, 7 ἡ Ἀποκάλυψις] ἡ Ἰωάννου Ἀποκάλυψις τοῦ θεολόγου. ἡ Ἀποκάλυψις] σημείωσαι ὅτι ὡς ἐγκεκριμένης μέμνηται τῆς Ἀπο‐ καλύψεως.
5 222, 14 Σαρδιανικόν] τὸ βένετον λεγόμενον. 222, 19 μυροβαφῆ τοῦτον λέγει διὰ τὸ ἐκ κρόκου μολύνεσθαι· ἔστι δὲ ὕφασμα λεπτόν τε καὶ ἀραιόστημον. 223, 21 ἱματισμῷ διαχρύσῳ] Ἀρέθα· οὐ περὶ ἱματικοῦ κόσμου βούλεται λέγεσθαι ταῦτα, ἀλλὰ περὶ τοῦ τῇ ψυχῇ περιπεφυκότος ἐξ
10ἀρετῶν κόσμου· καὶ ὅτι τοῦτο, δῆλον ἀφ’ ὧν φησι· «πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν·» καίτοι τοῦ ἔξωθεν καὶ ὁρωμέ‐ νου ἱματισμοῦ τὴν δόξαν ἐπισυρομένου, οὐ τοῦ ἐντός τε καὶ τῇ τῶν ἔξω ἐπιβολῇ ἀδηλουμένου· ἐντεῦθεν καὶ τοῖς χρυσοῖς κροσσωτοῖς φησι τοῦτον διάδηλον γίνεσθαι, τί τοῦτο λέγων, εἰ μὴ τὴν ἔκφανσιν τού‐
15των, ὅτε δὴ καὶ γένοιτο, τιμαλφέστατον ἅτε χρυσὸν χρηματίζειν, τὴν ἔκφανσιν διὰ τοῦ κροσσοῦ παριστῶν· ἀκροτελεύτων γὰρ ὁ κροσσός. 223, 28 αἱ δὲ] ἀλλ’ οὐ τὸ μόνιμον μεταδιώκουσαι τοῦτο δρῶσιν, ἀλλὰ τὸ λαμπρὸν καὶ ἐπαγωγὸν καὶ πρὸς ἀλαζονείαν ἀποκλῖνον καὶ
20τέρψιν. 224, 2 ξυστίδας καὶ τὰς ἐφαπτίδας] ἡ μὲν ξυστὶς ἱμάτιον λαμ‐ πρόν, λεπτὸν πάνυ, παρὸ καὶ ξυστὶς εἴρηται παρὰ τὸ οἱονεὶ ἐξέσθαι τῇ λεπτότητι· ἡ δὲ ἐφαπτὶς ταὐτὸν μὲν τῇ χλαίνῃ (περιβλήματα γὰρ ἄμφω μανδυώδη ἐπὶ τοῖς ἱματίοις ἀναβαλλόμενα), πολυτελεστέρα μέν‐
25τοι ἡ ἐφαπτὶς τῆς χλαίνης. 224, 6 τὴν σκέπην ... παρεμέτρει] ἀντὶ παρεῖχεν· οἱονεὶ σύμ‐ μετρον τὴν χρείαν παρέχουσαν. 224, 9 τρίχες] ὅτι τριχίνοις ἐσθήμασι χρώμενοι ταῖς βαφαῖς μό‐ ναις, ὡς ἔοικεν, ἐνετρύφων.
30 224, 27 σύρειν τὰς ἐσθῆτας] ὡς οἱ μεμηνότες νῦν Νικολαῖται, αὐτὸν τὸν κακοδαίμονα καθηγεμόνα μιμούμενοι. τὸν πατριάρχην λέγει Νικόλαον καὶ τοὺς αὐτοῦ ἀνθρώπους. 225, 4κἂν τὸν ποδήρη] τὸν ἱερατικόν φησι τὸν τοῦ νόμου. ἀλλ’ ὃ μὲν σύμβολον ἦν μυστικόν· ἐδήλου γάρ, οἶμαι, μηδὲν συμφανὲς εἶναι
35τοῖς βεβήλοις τῶν τῷ θείῳ ὑπ’ αὐτῶν ὀργιαζομένων χρεών, εἴ γε οἱ πόδες διέξοδον αἰνίττονται πράξεως· καθὸ καὶ Δαυὶδ ἐπιτηρεῖσθαι
ἤτοι φυλάττεσθαι τὴν πτέρναν ὑπὸ τῶν πονηρῶν παροίκων φησίν,333

334

«αὐτοὶ» φάσκων « τὴν πτέρναν φυλάξουσι» καὶ ἀλλαχοῦ τὴν ἀνο‐ μίαν πεφοβῆσθαι τῆς πτέρνης ἐν τῇ πονηρᾷ ἡμέρᾳ ὁ αὐτὸς ἐποικτι‐ ζόμενος. 225, 13 τὰς Λακαίνας φασὶ] ἃς καὶ φανομηρίδας ἔλεγον παρὰ τὸ
5φαίνειν τοὺς μηρούς· ἕτεροι δέ φασι μὴ ἐπιγουνίδας εἶναι ταύτας στολάς, ἀλλὰ ποδήρεις μέν, ἀράφους δὲ τὰ παρ’ ἑκάτερα, ὡς βαδιζου‐ σῶν διαστέλλεσθαι τὸ ἱμάτιον κατὰ τοὺς μηροὺς καὶ φαίνεσθαι παρέ‐ χειν αὐτούς. 225, 16 καλὸς ὁ πῆχυς] εἶπεν γάρ τις τοῦτο τὸν πῆχυν θεασάμενος
10Λακεδαιμονίας γυναικὸς καὶ ἀντήκουσεν τὸ «ἀλλ’ οὐ δημόσιος»· ἐπεὶ καὶ ἀχειριδώτους ἐφόρουν χιτῶνας, ὥστε φαίνεσθαι ἄνωθεν ἀπὸ τῶν ὤμων βραχίονα καὶ καρπόν, καὶ τοῦτο δῆλον ἀπὸ τῶν παλαιοτέρων ἀγαλμάτων καὶ τῶν εἰκόνων τῶν γυναικείων. ἐλέγοντο δὲ αἱ ταύτῃ χρώμεναι τῇ στολῇ τῇ ἀχειριδώτῳ δωρίζειν, ἐπεὶ καὶ Δωριεῖς οἱ Λά‐
15κωνες, ὥσπερ ἀπ’ ἐναντίας αἱ χειριδωτοῖς χρώμεναι ἰωνίζειν· ἦσαν δὲ αὗται αἱ Ἀθηναίων γυναῖκες· Ἴωνες γὰρ Ἀθηναῖοι πρὸ τοῦ τὴν Ἰωνίαν ἀποικίσαι ἐκαλοῦντο· ἐποίουν δὲ τοῦτο Λακεδαιμόνιοι μὲν καὶ τὰς γυναῖκας ἀνδρίζοντες, Ἀθηναῖοι δὲ ἐκθηλύνοντες. 225, 22 ἐπεσκιάσθαι] ἐπεσκιάσθαι καλῶς εἶπεν· κεχαλασμένῳ γὰρ
20τῷ κεκρυφάλῳ ἐπισκιάζουσι τὸ πρόσωπον, ὡς μὴ προχείρως ὁρᾶσθαι καὶ ἀνεμποδίστως βαδίζειν ἢ ὁτιοῦν ἄλλο πράττειν, ἃ ἀποκεκαλυμμέ‐ νου τοῦ προσώπου οὐκ ἔστι ποιεῖν. 225, 26 ἐπὶ τὸ πρόσωπον] ἀπὸ τραχήλου γὰρ μέχρι ποδῶν αἱ πα‐ λαιαὶ γυναῖκες τὴν πορφύραν τοῖς ἐμπροσθίοις μέρεσι τῶν ἱματίων
25ἐνύφαινον ἅτε ταινίαν (ὃ νῦν ἔστιν ἰδεῖν ἐπὶ τῶν λεγομένων καμι‐ σίων τῶν κουβικουλαρίων), ὥστε ὁ τὴν πορφύραν σπεύδων ἰδεῖν τοῦ γυναικείου ἱματίου, ἐπὶ τὸ πρόσωπον τῆς φορούσης τὰς ὄψεις ἀπή‐ ρειδεν. 227, 1 σημείωσαι ὅτι λευκὸν ὑπόδημα γυναῖκες τὸ παλαιὸν ὑπε‐
30δύοντο. 227, 2 ἀλειπτῷ] τῷ βεβαμμένῳ· ἀλείφεται γὰρ τὰ βαπτόμενα τῶν ὑποδημάτων. 227, 9 βλαύταις] ξύλινα ὑποδήματα σανδαλοειδῆ. 227, 17 πελίους] πελίον χρῶμα λέγεται τὸ μὴ ἄγαν λευκόν· τοι‐
35οῦτοι δὲ οἱ σαρδόνυχοι καλούμενοι λίθοι, οἵ γε φυσικοί· οὐ γὰρ ἄγαν334

335

ἔχουσι λαμπρὸν τὸ λευκόν, εἰ μή που οἱ τεχνητοί, εἰ βούλει δὲ καὶ οἱ σάπφειροι· καὶ γὰρ κἀκεῖνοι πρὸς τῷ λευκῷ μετὰ τοῦ φαιοῦ εἰσί. χλωροὶ δὲ λίθοι πολλοί, οἵ τε ἰάσπιδες καὶ οἱ σμάραγδοι καὶ ἄλλοι πολλοί· τῆς δ’ ἀπεξενωμένης θαλάττης ἐκβράσματα οἱ λεγόμενοι
5μάργαροι· ἐκ γὰρ τοῦ Περσικοῦ κόλπου τῶν ὀστρείων εἰσίν. ἐκψήγματα δὲ γῆς πάντες οἱ λίθοι οἱ τίμιοι. οἵ τε γὰρ λυχνῖται τοιοῦτοι καὶ οἱ ἄνθρακες καὶ οἱ ἀμέθυσοι, πρὸς τούτοις καὶ οἱ βηρύλλιοί τε καὶ σμάραγδοι καὶ ὑάκινθοι καὶ πάντες σχεδόν. οἵ γε μὴν τόπαζοι, εἴ τι χρὴ πείθεσθαι Ἀγαθαρχίδῃ τῷ τὰ περὶ τῆς ἐρυθρᾶς ἱστορήσαντι θα‐
10λάσσης, μέσον ἀνευρίσκονται τῶν παραλίων ταύτῃ πετρῶν. 228, 9 περιστέγει] περιστέγει ἀντὶ περικαλύπτει, περιέχει. 228, 12f ἐκδεχόμεθα] οἱονεὶ ὑπολαμβάνομεν, νοοῦμεν. 228, 17 αἳ δέ] τοῦτο τῷ ἄνω ἀποδοτέον τῷ «οὐκ αἰσχύνονται» (228, 3) ἵν’ ᾖ· καὶ οὐκ αἰσχύνονται μὴ συνιεῖσαι πνευματικῶς ἤτουν
15συμβολικῶς εἰρημένα τὴν κτίσιν, τὰς πύλας, τοὺς λίθους, τὰς χρόας τῶν λίθων. 228, 19 προφερόμεναι] ὡς ταῦτα δῆθεν τῶν γυναικῶν προφε‐ ρουσῶν. τὸ ἑξῆς οὕτως· ὅλαι περικεχήνασι τὸν θαυμάσιον λογισμὸν προ‐
20φερόμεναι· ὅν, φησί, καὶ ὁ θεὸς ἔδειξεν τίμιον τῆς κτιζομένης πόλεως κόσμον, ὃς καὶ πάρεστί μοι, διὰ τί μὴ τρυφήσω; 229, 12 πλεονεκτούντων] ἀντὶ πλεονεκτείτωσαν. 238, 21f φῦκος] φῦκος τὸ κόκκινον. 241, 24 ἀπὸ ὕδατος] τὸ «πῖνε ὕδατος» οὐκ ἐπὶ γυναικὸς μόνον,
25ἀλλὰ καὶ ἐπὶ τῆς γραφῆς φησιν· ἀλλοτρία γὰρ ἡ ἔξω γραφή, ἰδία δὲ ἡ τοῦ εὐαγγελίου. 242, 1 σημείωσαι ὅλον ὡς χρήσιμον τὸ χωρίον κατὰ φιλοχρύσων, φιλοπορφύρων, φιλολίθων. 242, 33 Ναρκίσσῳ] φασὶ Νάρκισσον τοῦτον παῖδα γενέσθαι δια‐
30φέροντα κάλλει τῶν ἡλικιωτῶν. τοῦτον αἰσθόμενον τοῦ ἑαυτοῦ κάλλους ἔρωτι ἁλῶναι αὐτὸν ἑαυτοῦ, ἵνα δέ τι τὸν πόθον ἀναπλη‐ ροῖ, πηγαῖς ἑαυτὸν καὶ φρέασιν ἐφεδράζειν, ὡς ἂν ἔχοι τὸ ἀπορρέον τοῖς ὕδασιν εἴδωλον ἑαυτοῦ καθορῶν τὸν παράλογον ἔρωτα θερα‐ πεύειν. ὃ δὲ τοῖς τοιούτοις θεάμασι προσκείμενος λιπαρώτερον λαν‐
35θάνει γε πρὸς φρέατι ὀλισθήσας ὕδατος πλήρει, καὶ οὕτω τυχὼν ὧν
ἠπείγετο λαβεῖν ἀπώλεσε τὴν ζωήν.335

336

243, 13 σαφέστατα] προσφόρως ἐξελάβετο τοῦτο, κἂν οὐχ οὕτως ἔχῃ τὸ ἀκριβές. 243, 23 ὁ τραγικὸς] τὸν Εὐριπίδην λέγει. 244, 7 ἀπαιδεύτοις ἡδοναῖς] τὸν Πάριδα λέγει.
5 244, 24—26 οὐ κατὰ τὸν ἐγκείμενον τοῦτον νοῦν ἡρμήνευταί τισι τῶν πατέρων τουτὶ τὸ χωρίον. 244, 28 τῆς ἐπιτιμίας] τῆς ἐπιτιμίας τῆς τιμωρίας. 245, 5 μαστίχην τρώγοντες] μαστίχην τρώγοντες μασώμενοι μα‐ στίχην, δῆθεν τοῦ ἀποκαθαίρειν τὸν ῥύπον τῶν ὀδόντων.
10 245, 6 μετωποσκόπος] τοὺς φυσιογνώμονας λέγει. 246, 6 οὐ γὰρ δεινόν] τῷ διπλασιασμῷ τὴν ἀγανάκτησιν ἐπι‐ στώσατο ὅση, τοιοῦτό τι παριστῶν· οὐ δεινόν, οὐ δεινὸν ἄνδρα γέ‐ ροντα· ὄντα τὸ εἶναι βούλεσθαι ἐπὶ δόκησιν ἐκφέρειν. 247, 8 κόλλεσιν] κόλλεον γὰρ τὸ ὑπὲρ κεφαλῆς κτενοειδὲς ἐρυθρὸν
15σαρκίον τῶν ἀλεκτρυόνων. 247, 10 σημείωσαι οἷα πανσόφως σεμνολογεῖ περὶ γήρως καὶ πο‐ λιᾶς. 247, 31 ἀλλ’ οἱ μοναχοὶ καὶ οἱ τοῦ κλήρου κουρίαι. 248, 1 ἐκτιλτέον] τί τοῦτο φής, μακάριε Κλήμης, μὴ κείρεσθαι
20μηδὲ ξυρεῖσθαι ἄνδρας; καὶ μὴν ὁ Παῦλος γυναιξὶ μὲν αἰσχρὸν τοῦτο προσεῖπεν, ἀνδράσι δὲ οὔ· εἰ δὲ οὐκ αἰσχρόν, οὐδὲ κωλυτέον. τίς οὖν ἡ ἄκαιρος αὕτη καὶ πολυπράγμων ἐθελακρίβεια, ἥτις καλὴ μέν, ἀλλὰ τοῖς πάνυ τὸν βίον ἐκδεδρακόσιν, οὐ μέντοι καὶ τοῖς πολι‐ τεύειν ἐπανῃρημένοις Χριστιανοῖς; σὺ δὲ μηδὲν τούτων διαστειλά‐
25μενος ἁπαξάπαντας τούτοις ὑπάγεις Χριστιανούς. ἀδικοδοξοῦντος ὁ τρόπος. 248, 8 λορδουμένους] λορδουμένους οἱονεὶ τὰ ὀπίσθια τῶν ψυῶν συνιζάνοντας, τὰ στήθη προεξανιστᾶν προπετῶς· τοιοῦτο γὰρ ὁ λορ‐ δὸς σημαίνειν βούλεται, ἀντίθετος ὢν τῷ κυρτῷ, ὃν ἡ συνήθεια
30στηθόκυρτον οἶδεν καλεῖν. 248, 27 τὸ τηνικαῦτα, ὡς ἔοικεν, ἐτολμᾶτο καὶ τοιαῦτα. 248, 34 εἰς ὕβριν] ἔοικεν ὁ σοφὸς οὗτος διδάσκαλος διὰ τὴν το‐ σαύτην τῆς ὕβρεως ὑπερβολὴν ἐπὶ τὸ πάντῃ σκληρότατον τὴν διδα‐ σκαλίαν προενεγκεῖν, ἀπ’ ἐναντίας χωρῶν τῶν ἐκδεδιῃτημένων τού‐
35των ἐθῶν τε καὶ παμμιάρων, ὡς ἂν τῶν πληκτικῶς ταῖς ἑαυτῶν
ἀκοαῖς ὑποβαλόντων τοὺς λόγους βουλομένων πείθεσθαι τῷ διδασκάλῳ,336

337

εἶτα τοῦ ἄκρου ἀπευστοχούντων ἡ πρὸς τὸ μέσον αὐτοῖς συνενέγκοι κατευστοχία. 249, 4 ἀνδρίζονται] τὰς μιαρὰς τριβάδας λέγει, ἃς καὶ ἑταιριστρίας καὶ Λεσβίας καλοῦσιν.
5 249, 28 οὐ γὰρ θέμις ἐκτῖλαί] καὶ μὴν ἀρτίως οἱ Ῥωμαίων ἱερεῖς ὥς τι τῶν ἐξαιρέτων ἀποξυρῶνται τὸ γένειον. νῦν δὲ Ῥωμαῖοι μισοπώγωνες ὑπὲρ ἄνθρωπον πάντα. 252, 12 ἐργάνη] Ἐργάνης δαίμονος. 252, 18 φορεῖς] τοὺς διαβαστάζοντας.
10 252, 27 ἀγύρταις καὶ μητραγύρταις] ἀγύρται μὲν οἱ ἔργον ποιού‐ μενοι τὸ τὰς ἀγυιὰς περινοστεῖν φλυαρίας τε συνείρειν· μητραγύρται δὲ οἱ τῇ μητρὶ τῶν θεῶν, τῇ Ῥέᾳ, ἀνακείμενοι γοητειῶν εἰσηγηταὶ καὶ φίλτρων δῆθεν συσκευασταί, οὓς καὶ Γάλλους καλοῦσιν, ἀποκό‐ πους ὄντας τῶν γεννητικῶν μορίων καὶ πρὸς τὰ ἀσχήμονα πάθη
15ἑτοιμοτάτους. 252, 32 ὅλον σφόδρα ἐξείργασται τὸ χωρίον. 252, 33 τὴν δὲ ἁγνείαν] δοκεῖ μοι τοῦτο ὑπερβολὴν ἐμφαίνειν αἰσχρότητος, ἣν καὶ ὁ μακάριος ἀπόστολος Παῦλος ὑπέφηνεν διὰ τοῦ εἰρηκέναι· «αἵ τε θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς
20τὴν παρὰ φύσιν», προφάσει τοῦ ἀνέπαφοι εἶναι ἀνδρείων μορίων κατὰ τὴν τοῦ θήλεος χρῆσιν, ἁγνείας δήπουθεν χάριν. 253, 21 ὄρνεις Ἰνδικοὺς] ψιττακούς φησι. 253, 26 Μελιταίου] Μελταῖον κυνίδιον, μικρὸν χθαμαλόν, ὃ να‐ νούδιον καλοῦσιν κατὰ στέρησιν τοῦ ἄνω ἰέναι· ἔστι γὰρ ὑποκορι‐
25στικὸν τοῦ νᾶνος· νᾶνον δὲ τὸν μικρόν φασιν ἄνθρωπον· Μελιταῖον δὲ λέγεται, ὅτι ἀπὸ Μελίτης ἐστὶ τῆς νήσου, ἥ ἐστιν ἐν τῷ Τυρρη‐ νικῷ πελάγει. ἢ ἀπὸ τοῦ μέλω εἴρηται, τοῦ φροντίζω, τὸ φροντιστικὸν καὶ φρουρητικόν· τοιοῦτον γὰρ τὸ γένος.
30 254, 16 ἐσχαρίδες] ἃς νῦν ἀρούλας καλοῦσιν· ἐπιτευκτικώτερον δὲ τὰ κατζία οὕτω νῦν καλούμενα λέγειν. 255, 1f βαλανείοις] συνελούοντο γὰρ ἄνδρες τὸ πάλαι γυναιξίν. 255, 17 ἀποδυσάμεναι] Ἡροδότου τοῦτο ἐπὶ τῆς Κανδαύλου γυ‐
35ναικός.
255, 27 λόγον] τὸν θεῖον φησὶ λόγον.337

338

256, 17 Κινύρα] Κυπρίων βασιλεὺς ὑπερβάλλων πλούτῳ· οὗτος ἱστορεῖται κατὰ χόλον Ἀφροδίτης ἐρασθῆναι τῆς αὑτοῦ θυγατρὸς Μύρρας, ἐξ ἧς Ἄδωνις. 258, 1 ἀρνεῖται] πάντα γὰρ αἰτούμενος δίδωσι μὴ ἀρνούμενος.
5 258, 12 ἀπειροκαλίας] τοῦτο καὶ ἐπὶ τοῦ ἀπείρως ἔχοντος τοῦ ἀγαθοῦ εἴρηται καὶ ἐπὶ τοῦ ὑπερβάλλοντος τῷ καλῷ· πλεονάζει δὲ ἡ τοῦ προτέρου χρῆσις. 258, 26 ὑπὸ τὴν ῥάμνον] ἄρκευθον ἡ γραφὴ λέγει καὶ ὀλυρίτην ἄρτον· ὄλυρα δέ ἐστιν ὃ οἱ πολλοὶ βρόμιον καλοῦσιν.
10 ἐγκρυφίας] ὁ ὑπὸ τῇ σποδῷ ὀπτώμενος ἄρτος ἐγκρυφίας εἴρηται παρὰ τὸ τῇ σποδῷ κρυπτόμενος ὀπτᾶσθαι. 259, 18 ὁμολογεῖ γὰρ ἡ γραφή] καὶ πῶς ἀλλαχοῦ «οὐκ ὠφελήσει» φησὶν «ὑπάρχοντα ἐν ἡμέρᾳ κακῇ»; 259, 23 βδαλλομένους] βδάλλειν τὸ ἀμέλγειν παρὰ τὸ βίᾳ ἐκθλι‐
15βόμενον ἀλδίσκειν τὸ γάλα. 259, 28 ἀναγνώτω] ἀναγνώτω καὶ τὸ «οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίου», καὶ γνώτω ὡς οὐ περὶ αἰσθητῶν ἄρτων ὁ λόγος οὗτος. 261, 10 κεῖνος μὲν πανάριστος] εὐφυέστατα τὸ Ἡσιόδειον παρῴ‐
20δησεν. 265, 14 φαινίνδα παιδιὰν] παιδιὰ ἡ φαινίνδα τοιαύτη· σφαῖραν κρατῶν τις τῶν παιζόντων παίδων, εἶτα ἑτέρῳ προδεικνὺς ταύτην ἑτέρῳ αὐτὴν ἐπέπεμπεν. ὠνόμασται δὲ ἢ ἀπὸ Φαινίνδου τοῦ πρώτου εὑρόντος ἢ ἀπὸ τοῦ φενακίζειν, ὅ ἐστιν ἀπατᾶν· καὶ γὰρ ἠπάτα ὁ
25ἑτέρῳ μὲν δείξας, ἑτέρῳ δὲ ἐπιδούς. 265, 15 ἀγρόνδε] ἀντὶ τοῦ εἰς ἀγρόν. 265, 23 τὸ γεγωνὸς] τὸ μεγαλοφώνως καὶ τορῶς· γεγωνὸν γὰρ λέγεται τὸ μέγα φθέγμα. 266, 1 ἔντεχνον] διαβάλλει τὸ ἔντεχνον τῆς παλαιστικῆς.
30 270, 25f τῇ παλινῳδίᾳ] οὐ πάνυ κυρίως τὸ τῆς παλινῳδίας ἐπὶ τοῦ σχήματος τῆς ἀναδιπλώσεως ἔταξεν 270, 30f ταῖς δυοῖν μαχαίραις] ταῖς ψαλίσι λέγει. 271, 30f τοῦ θεοῦ τὸ τίμημα ἀντὶ τὴν τιμήν. 272, 22ff ἰατρικῇ θεωρίᾳ ἐξήνθισται τὸ χωρίον.
35273, 11—25 ταῦτα ταῖς Βυζαντίαις περιττὸς λῆρος.338

339

274, 1 κλαδαρὸν] κεκλασμένον καὶ ἔκλυτον καὶ τὸ ἐπαγωγὸν σοφιζόμενον. —κλαδαρὸν ἀντὶ τοῦ διακύπτουσαι δῆθεν τοῦ μὴ βλέ‐ πειν ὑποπτευθῆναι, κλέπτουσαι δὲ τὸ ὁρᾶν τῇ προσποιήτῳ ταύτῃ γνώμῃ.
5 276, 19 οἵα γὰρ δέσποινα] οἵαπερ ἡ δέσποινα, τοία χἡ κύων. 277, 17 ἄλυς] πλάνος. 278, 8 δεισαλέαις] δεῖσα καὶ τὴν ὑγρασίαν καὶ τὴν ῥυπώδη σύστα‐ σιν ὑγρὰν σημαίνει. 280, 27 ἀλύουσι] πλανῶνται.
10 283, 32 ἡμῖν ἅδην διείλεκται] εἴρηταί φησιν ἡμῖν αὐτάρκως. 284, 8 σημείωσαι· ταῦτα γὰρ αἱ ἐνόδιοι παιδαγωγίαι. 284, 18 ἑπτάδι] πνεύματος ἑπτάδα τὰ χαρίσματά φησιν. 285, 1 ἁπλῷ] σημείωσαι ὡς ἁπλοῦν καὶ μονογενὲς στοιχεῖον τὸ ι λέγει, ὅπερ μιᾷ γραμμῇ εὐθείᾳ γραφόμενον τὸν τέλειον ἀριθμὸν καὶ
15πάντα ἁπλῶς δηλοῖ τε καὶ περιέχει. 285, 10 δικαιώσατε] οὐχὶ δικαιοῦν ἁπλῶς, ἀλλὰ κρίνειν δικαίως φησίν. 287, 3 τοὺς πλημμελοῦντας τῶν οἰκετῶν] τοὺς οἰκέτας ἀνηκέ‐ στοις μὲν περιβάλλειν αἰκίαις οὐ βούλεται, μετρίως δὲ μαστίζειν οὐκ
20ἀπαναίνεται. 288, 30f τὸ πνεῦμα] ἤτοι τὴν πρὸς τὰ σπουδαῖα θερμότητα μὴ διὰ ῥᾳθυμίας ἀποσπεύδειν ἢ τὴν ἀπὸ τοῦ θεοῦ δοθεῖσαν ἡμῖν χάριν τοῦ ἁγίου πνεύματος μὴ διὰ μοχθηρίας βίου διώκειν ἤτοι συμπνίγειν καὶ ἐναποσβεννύειν, ταῖς μιαραῖς ἀντιπνοίαις τῶν ἔργων ἡμῶν τὴν
25φωτιστικὴν αὐτοῦ φλόγα κατασοβοῦντας. 289, 28 βούλημα] οἶμαι γέννημα ἥρμοζεν εἰπεῖν. 291 v. 1 Στόμιον] τὸν χαλινόν φησι. 292 v. 38 ῥεκτὴρ] ῥέζω τὸ πράττω.
1Σοὶ τόνδε κἀγώ, παιδαγωγέ, προσφέρω λόγοισι πλέξας στέφανον ἐξ ἀκηράτου λειμῶνος, ἡμῖν οὗ παρέσχου τὰς νομάς,
ὡς ἐργάτις μέλιττα χωρίων ἄπο339

340

(5)

βλάστην τρυγῶσα, χρηστὸν ἐκ σίμβλων πόνον, κηρὸν δίδωσι τὸν γλυκὺν τῷ προστάτῃ. εἰ καὶ βραχὺς δ’ ἐγώ τις, οἰκέτης γε σός· δεῖ γάρ σε τοῖς σοῖς εὐλογεῖν θεσπίσμασιν· ἄναξ βροτῶν μέγιστε, τῶν καλῶν δοτήρ,
10ἐσθλῶν χορηγὲ καὶ τὸ πᾶν κτίσας πάτερ, ὃς οὐρανόν τε καὶ τὸν οὐρανοῦ μόνος κόσμον τέθεικας. ἁρμόσας θείῳ λόγῳ· ἔδειξας αὐτὸς ἡμέραν τε καὶ φάος καὶ τὸν πολοῦσιν ἄστρα νημερτῆ δρόμον,
15εἰπών θ’, ὅποι γῆ καὶ θάλασσα προσμένοι, τροπῶν τε καιρὸν εὐστόχως δήσας κύκλῳ, | ἔαρ τε καὶ χειμῶνα καὶ θέρος πάλιν τοῦ τε μετοπώρου τάξιν ἐξηρτισμένην, ὅλον τε κόσμον ἐξ ἀκοσμίας κτίσας
20ὕλης ἀμόρφου, τόδε τὸ πᾶν κατήρτισας, αὐτὸς ζοήν τε καὶ καλῶς ἀεὶ βιοῦν χάριν τε τὴν σὴν ἀσφαλῶς πάρασχέ μοι ποιεῖν τε τὰς σὰς καὶ λέγειν θείας γραφάς, αἰνεῖν ἀεὶ σὲ καὶ τὸν ἐκ σοῦ πάνσοφον,
25τὸν σοὶ συνόντα καὶ παρόντα σοὶ λόγον. μή μοι δὲ πενίαν μηδὲ μὴν πλοῦτον δίδου, τάξιν δὲ τοῦ δέοντος αὐταρκεστάτην,
πάτερ, παράσχου καὶ καλὸν βίου τέλος.340